Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1225.1
Not analysed yet
ἀσθενῆ καὶ συντετριμμένην οὐκέτι τὴν διάνοιαν ἔχουσιν, [ἀλλ'] ὑγιῆ τε καὶ ἐῤῥωμένην, καὶ ἐπιτηδείως ἔχουσαν πρὸς παραδοχὴν, καὶ κατόρθωσιν ἀγαθοῦ παντὸς καὶ σωτηρίου πράγματος. Πλὴν ἄθρει τὸ ἀκριβὲς τοῦ λόγου. Εἰπὼν γὰρ, Εἰς μαρτύριον τοῖς ἔθνεσι δέδωκα αὐτὸν, ἵνα μή τίς τινα τῶν ἁγίων προφητῶν αὐτὸν ὑπάρχειν ὑποτοπήσειεν, ἐνειδείη δὲ μᾶλλον πᾶς ὁστισοῦν, ὅτι τῇ τῆς κυριότητος διαπρέπει δόξῃ· Θεὸς γὰρ ὢν ἐπέφανεν ἡμῖν· οὐ μόνον αὐτὸν μαρτύριον δεδόσθαι φησὶν, ἀλλὰ γὰρ καὶ ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Οἱ μὲν γὰρ μακάριοι προφῆται, καὶ πρὸ αὐτῶν ἔτι Μωσῆς, μέτρον ἔχοντες τὸ οἰκετικὸν, τὸ, «Τάδε λέγει Κύριος,» ἐπεφώνουν ἀεὶ τοῖς ἀκροωμένοις, οὐχ ὡς προστάσσοντες μᾶλλον, ἀλλ' ὡς θείαις διακονοῦντες φωναῖς· ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς θεοπρεπεστάτους ἐποιεῖτο λόγους. Ἐθαυμάζετο γοῦν καὶ παρ' αὐτοῖς τοῖς Ἰουδαίοις, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτῷ, καὶ ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ Γραμματεῖς αὐτῶν. Οὐ γὰρ ἦν ὁ λόγος αὐτῷ τῆς τοῦ νόμου σκιᾶς, ἀλλ' ὡς αὐτὸς ὢν ὁ νομοθέτης μετετίθει τὸ γράμμα πρὸς ἀλήθειαν, καὶ τοὺς τύπους εἰς ἐμφάνειαν τὴν πνευματικήν· ἄρχων γὰρ ἦν, καὶ τοῦ προστάττειν ἔχων τὴν ἐξουσίαν. Ὅτι δὲ περὶ τῶν ἐθνῶν ὁ τῆς προφητείας ἐξυφαίνεται λόγος, ἀναμάθοι τις ἂν, καὶ λίαν ἀμογητὶ, τοῦ Θεοῦ καὶ Πατρὸς ποιουμένου τοὺς λόγους ὡς πρὸς αὐτὸν τὸν ἴδιον Υἱόν. Ἔθνη γὰρ, φησὶν, ἃ οὐκ ᾔδεισάν σε, ἐπικαλέσονταί σε, καὶ λαοὶ, οἳ οὐκ ἠπίσταντό σε, ἐπὶ σὲ καταφεύξονται. Οἱ γὰρ πάλαι Χριστὸν οὐκ εἰδότες, διὰ τὸ ἐν ἀχλύϊ καὶ σκότῳ διατελεῖν, ἐπεκαλέσαντο, τουτέστιν, Θεὸν ἐπεγράψαντο τὸν Ἰησοῦν, καὶ ἐπ' αὐτὸν κατέφυγον, ἐλπίδα, καὶ σκεπαστὴν, καὶ σωτηρίας πρόξενον ὀνομάζοντες, καὶ ὡς Θεὸν ἐπικαλούμενοι· καὶ διὰ ποίαν αἰτίαν; Ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, φησὶ, τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέ σε· πρόσεισι μὲν γὰρ τῷ Υἱῷ δοξάζοντες αὐτὸν ὡς ἐκ Θεοῦ Πατρὸς γεννηθέντα κατὰ φύσιν, καὶ τὴν αὐτοῦ τοῦ τεκόντος ἔχοντα δόξαν. Ὁ γὰρ δοξάζων τὸν Πατέρα δοξάζει τὸν ἐξ αὐτοῦ, καὶ ὁ δοξάζων τὸν Υἱὸν συνδοξάζει πάντως αὐτῷ καὶ τὸν ἐξ οὗ γεγέννηται κατὰ φύσιν· ἤγουν καὶ καθ' ἕτερον, εἰ βούλει, τρόπον τοῖς εἰρημένοις προσβάλῃς· «Ὑπάρχων μὲν γὰρ ἐν μορφῇ τοῦ Θεοῦ, καὶ Πατρὸς ὁ Υἱὸς, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.» Ἐπειδὴ γὰρ διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον ἀκλεής τις εἶναι ἐνομίσθη Χριστὸς, ἀναφοιτᾷ πάλιν εἰς τὴν ἐνοῦσαν αὐτῷ θεοπρεπῆ τε καὶ ὑπερτάτην ὑπεροχήν τε καὶ δόξαν, καὶ μετὰ σαρκός. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ δεδόσθαι λέγειν τῷ Υἱῷ παρὰ τοῦ