Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1236.1
Not analysed yet
τοῖς ὥσπερ τῆς ἐντριβοῦς συνηθείας τὸ γλυκὺ, καὶ καταμεθύσκει ταῖς λύπαις τὸν ἐν αὐτοῖς ὄντα νοῦν. Οὐκ εὐδιάφυκτα γὰρ τὰ τῆς σαρκὸς πάθη, οὔτε μὴν τοῖς ἐθέλουσιν εὐτριβὲς τὸ τρέχειν εἰς ἀρετήν. Εὐοδοῦντός γε μὴν τοῦ Θεοῦ, καὶ τὰ δυσπόρευτα καὶ ἀνάντη ψιλὰ τιθέντος καὶ εὐήλατα, φύγοι τις ἂν καὶ μάλα ῥᾳδίως καὶ τὰς τῶν παθῶν προσβολὰς, εὐσθενέστατα δὲ καὶ εἰς τὰ τῶν ἀρετῶν ὑψώματα διαπηδήσειεν. Γέγραπται γάρ· «Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις.» Τί τοίνυν Θεὸς ἐπαγγέλλεται τοῖς εἰς αὐτὸν πιστεύσασιν; Εὐοδώσω τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου, καὶ οὐκ ἐν λύπῃ ἐξελεύσεσθε, ἀλλ' ἐν χαρᾷ διδαχθήσεσθε. Τοῦτο, οἶμαι, ἐστὶν, ὅπερ ἔφη πάλιν ἑτέρωθί που τὸ γράμμα τὸ προφητικόν· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις. Ἕτερος δὲ τῶν ἁγίων προφητῶν, «Εὐθεῖαι, φησὶν, αἱ ὁδοὶ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.» Θεοῦ γὰρ αὐτοῖς τὰς ὁδοὺς οὐ καταλειαίνοντος, οὐκ ἂν ἰσχύσειαν φέρεσθαι δι' αὐτῶν. Ὅτι γὰρ ξένιόν ἐστιν, ὡς ἔφην, οὐρανοῦ τὸ τὰς θείας δύνασθαι βαδίζειν ὁδοὺς, καὶ πληροῦν τὰ ἐντάλματα, δι' ὧν ἄν τις ἐλάσαι πρὸς Θεὸν, ἐδίδαξεν εἰπὼν ὡς περὶ τῆς Ἰουδαίων Συναγωγῆς· Διὰ τοῦτο ἰδοὺ ἐγὼ, φησὶ, φράσσω τὰς ὁδοὺς αὐτῆς ἐν σκόλοψι, καὶ ζητήσει τὰς ὁδοὺς αὐτῆς, καὶ οὐ μὴ εὕρῃ. Οὐκοῦν ἐμοῦ, φησὶν, εὐοδοῦντος τὰ ἐντάλματα, ἐν εὐφροσύνῃ ἐξελεύσεσθε, τουτέστιν, ἀμείνους ἔσεσθε λύπης, οὐ καταδηχθήσεσθε τὴν καρδίαν, ἔξω γεγονότες παθῶν, καὶ εἰς τὴν ἀμείνω καὶ τεθαυμασμένην μετατρέχοντες ζωήν. Διδαχθήσεσθε γὰρ χαίροντες, καὶ τοῖς ἱεροῖς ἐντρυφῶντες λόγοις. Καὶ γοῦν ὁ θεσπέσιος Δαβίδ· «Ὡς γλυκέα, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου. ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.» Χαίρειν δὲ μᾶλλον ἐπ' αὐτοῖς διεβεβαιοῦτο, καὶ μάλα ἐμφρόνως ὡς ἐπὶ παντὶ πλούτῳ· ἐν χαρᾷ δὲ καὶ ἑτέρως νοηθεῖεν ἂν ἐκτρέχοντες· ἀπαλλαττόμενοι γὰρ τῆς ἀρχαίας ἀπάτης, ἁρπάζουσι χαίροντες τὴν παρὰ Θεοῦ κλῆσιν, καὶ ἀληθὲς τοῦτο ὑπάρχον ἐξ αὐτῶν ἔνεστι τῶν πραγμάτων ἰδεῖν. Τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενα ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις, καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη. Καὶ ἔσται Κύριος εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει. Ὄρη φησὶν ἐν τούτοις τάχα που τὰς ἄνω τε καὶ ἐν οὐρανῷ δυνάμεις, αἳ δὴ καὶ τετάχαται παρὰ Θεοῦ πρὸς ἐπικουρίαν τῶν ἐπὶ τῆς γῆς. Πνεύματα γάρ εἰσι λειτουργικὰ πεμπόμενα πρὸς διακονίαν διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, χαίρουσι δὲ καὶ ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Ναὶ μὴν καὶ ὄρεσι παρεικάζοιντο ἂν εἰκότως ὡς τὸ ὑψοῦ λίαν εἶναι λαχόντες κατά τε τῆς ἐνούσης αὐτοῖς ἀρετῆς τὸ μέγεθος. Ἤγουν ὄρη μὲν ἐκλήψῃ τοὺς τὸ διδασκαλικὸν ἐν Ἐκκλησίαις ἔχοντας ἐπιτήδευμα, καὶ φρονοῦντας μὲν τῶν χαμαιπετῶν οὐδὲν, ζητοῦντας δὲ μᾶλλον τὰ ἄνω, καὶ τῶν γηΐνων ἀναπηδήσαντας· βουνούς γε μὴν τοὺς τῆς ἐκείνων ὑπεροχῆς ἡττωμένους, καὶ οἷον