Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1237
Not analysed yet
ὑποκαθημένους αὐτῶν τὴν δόξαν. Μέτρα γὰρ ἐν Ἐκκλησίαις εἰσὶ καὶ τιμῆς καὶ λειτουργιῶν· ταῦτά φησι τὰ ὄρη τὰ νοητὰ, καὶ σὺν αὐτοῖς οἱ βουνοὶ ἐξαλοῦνται, τουτέστιν ἀνασκιρτήσουσι, χαίροντα δηλονότι διὰ τὴν ὑμῶν ἐπιστροφήν τε καὶ κλῆσιν, καὶ προσδέξονται ὑμᾶς μετὰ χαρᾶς· ἐπιγαννύμεθα γὰρ οὐ μετρίως, ὅταν τινὲς τῶν πεπλανημένων, τὸ ἐν ἀχλύϊ καὶ σκότῳ διατελεῖν ἔτι μεθέντες, πρὸς τὸ τῆς ἀληθοῦς θεοπτίας ἄττουσι φῶς, Οὕτως αὐτοῖς καὶ ὁ πάνσοφος Παῦλος προσεφώνει, λέγων· «Χαρὰ καὶ στέφανός μου.» Ἀλλὰ καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ, φησὶν, ἐπικροτήσει τοῖς κλάδοις. Καὶ ξύλα νοήσεις ἀγροῦ τοὺς τελοῦντας ἐν λαοῖς. Εὐανθὴς γὰρ τοῦ Σωτῆρος ὁ κῆπος. Καὶ γοῦν ἐπείπερ ἐστὶν εὐθαλής τε καὶ εὔκαρπος ἡ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων γραφομένη νύμφη, φησί· «Καταβήτω ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.» Οὐκοῦν τὰ ξύλα τὰ νοητὰ τοῖς κλάδοις ἐπικροτήσει, φησί. Χαίρουσι γὰρ οἱ πιστεύσαντες, καθάπερ ἀμέλει καὶ τὰ ὄρη καὶ οἱ βουνοὶ, τουτέστιν, οἱ καθηγεῖσθαι λαχόντες λαῶν, ἐπὶ τῇ σωτηρίᾳ τῶν καλουμένων εἰς ζωὴν, καὶ τῆς ἀχράντου μυσταγωγίας εἰς πέρας, δι' ἧς τὸ θεῖον αὐτοῖς ἐνίεται φῶς. Εἶτα ὅτι πλείστη τις ἔσται τῶν κεκλημένων μεταβολὴ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον, διαδείκνυσιν εὐθὺς λέγων, ὡς ἀντὶ τῆς στοιβῆς ἔσται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη. Στοιβὴν καὶ κόνυζαν πικρὰς, καὶ ἀπροσβλήτους [al. ἀποβλήτους] ἀκάνθας εἶναί φασιν, ἐντεθήλασι δὲ χωρίοις μὲν τοῖς ὑπὸ γηπόνους οὐδαμῶς, χέρσῳ δὲ καὶ ἁλμάδι χαίρουσι γῇ. Τοιοῦτοί τινες ἦσαν οἱ πλανώμενοι, καὶ τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες. Ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπίγνωσιν ἀληθείας, ἀφέντες τὸ εἶναι στοίβη, καὶ κόνυζα, μετακεχωρήκασι νοητῶς εἰς τὰ εὐμήκη καὶ εὐοσμότατα τῶν φυτῶν. Χρηματίζουσι γὰρ κυπάρισσος καὶ μυρσίνη. Μέγα τοίνυν τὸ θαῦμα τοῦ γηπονοῦντος τὴν Ἐκκλησίαν, τουτέστι, τοῦ Χριστοῦ. Μεθίστησι γὰρ τὰς ἀκάνθας εἰς τὰ εὐγενῆ καὶ ἐξαίρετα τῶν φυτῶν, καὶ ἑτέρους ἀνθ' ἑτέρων ἀποφαίνει πατρικῶς [γρ. πνευματικῶς]. Εὑρήσομεν δὲ τουτὶ γεγονὸς καὶ ἐν τοῖς ἐξ αἵματος Ἰσραήλ. Στοιβὴ γὰρ ὄντες καὶ κόνυζά ποτε Ματθαῖος καὶ Παῦλος· ὁ μὲν γὰρ ἦν τελώνης, ὁ δὲ διώκτης καὶ ὑβριστής· φωστῆρες γεγόνασιν οἰκουμενικοὶ, καὶ Χριστὸν εὐωδιάζουσιν ἐν παντὶ τόπῳ, ἔν τε τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις, καθά φησιν ὁ ἱερώτατος Παῦλος. Ὅτι δὲ ὁ τούτων πάντων χορηγὸς καὶ πρύτανις ἐν ἀτελευτήτῳ κείσεται δόξῃ καὶ διαμονῇ, διδάσκει λέγων, ὅτι Ἔσται Κύριος εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει· ὄνομα δέ φησιν ἐν τούτοις τὴν δόξαν, σημεῖον δὲ, ὥς γε οἶμαι, τὴν διὰ σταυροῦ φαιδρότητα, δι' οὗ καὶ σεσώσμεθα, ἐσόμεθα δὲ ἀκαταλήκτως ἐν τούτῳ. Ἐκλείψει γὰρ ἡμῖν ἡ παρ' αὐτοῦ χάρις κατ' οὐδένα καιρὸν ἢ τρόπον. ΤΟΜΟΣ ΤΡΙΤΟΣ. Τάδε λέγει Κύριος· Φυλάσσεσθε κρίσιν, ποιήσατε δικαιοσύνην. Ἤγγικε γὰρ τὸ σωτήριόν μου