Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1269
Not analysed yet
Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Συναγωγήν· «Καθὼς ἐποίησας, οὔτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.» Ναὶ μὴν καὶ ὁ προφήτης Ἡσαΐας· «Οὐαὶ τῷ ἀνόμῳ,» φησί· «πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.» Τοιοῦτόν τι καὶ νῦν διὰ τῶν προκειμένων σημαίνεται. Ἐπειδὴ γὰρ τὴν περὶ ἐμοῦ γνῶσιν ἀπεώσω, φησὶν, ὑπεροραθήσῃ παρ' ἐμοῦ, καὶ ἰσοπαλῆ τοῖς πλημμελήμασιν ὑπομενεῖς τὴν δίκην. Ἐπιλανθάνεται δέ τις τοῦ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθῶς, καὶ τοῦ κατεξουσιάζοντος τῶν ὅλων, οὐχὶ δήπου πάντως εἰς ἀμνηστίαν ἐλθὼν τοῦ ὅτι Θεὸς ἔστι (καὶ τὰ δαιμόνια γὰρ πιστεύουσι, καὶ φρίττουσι, κατὰ τὴν τοῦ ἀποστόλου φωνὴν), ἀφειδήσας δὲ μᾶλλον τοῦ ὑποκεῖσθαι θέλειν αὐτῷ, καὶ τῶν παρ' αὐτοῦ διατεταγμένων ὀλίγα φροντίσας· ὡς ἐξήνιον ὁρᾶσθαι καὶ ἀπειθῆ, καὶ ὁλοτρόπως ἐκνενευκότα πρὸς πᾶν τοὐναντίον, ὧν ἔδει πληροῦν. Ἐπιλανθάνεται δὲ Θεὸς, ἤγουν ὑπερορᾷ τῶν ἀμνημονούντων αὐτοῦ, μονονουχὶ τὴν ἐπίκουρον χεῖρα συστέλλων, καὶ φειδοῦς ἁπάσης ἀπογυμνῶν αὐτούς· ὃ δὴ πέπονθεν Ἰσραήλ. Οὐ γὰρ ἐφοβήθη τὸν οὐρανοῦ τε καὶ γῆς Κύριον, καὶ τῶν ὅλων δημιουργόν τε καὶ τεχνίτην· ἀπολύσας δὲ ὥσπερ τῶν αὐτοῦ σκήπτρων τὸν αὐχένα, δεδούλευκε τοῖς οὐκ οὖσι θεοῖς. Ταύτῃτοί φησιν, ὅτι Σὺ οὐκ ἐφοβήθης με, καὶ ἐγὼ ἀναγγελῶ τὴν δικαιοσύνην μου, καὶ τὰ κακά σου· κακὰ λέγων τὴν ἀπόστασιν τὴν ἀπ' αὐτοῦ δηλονότι, καὶ τὸ προσκλίνεσθαι λέγειν, οἷς αὐτὸς εἰργάσατο θεοῖς. Ἐπαγγέλλει δὲ τὴν αὐτοῦ δικαιοσύνην ἐπὶ τῶν τοιάδε δρᾷν εἰωθότων ὁ τῶν ὅλων Θεὸς, ψῆφον ἐπ' αὐτοῖς θείαν ἐκφέρων, καὶ ἰσόῤῥοπον κόλασιν ἐπιτιθείς. Οὐ γὰρ εἰς ἕνα τὸν καθ' ἡμᾶς τὰ τολμήματα, ἀλλ' εἰς αὐτὴν πράττεται τὴν ὑψοῦ τε καὶ ἄνω, καὶ τῶν ὅλων κατάρχουσαν φύσιν. Ὅτι δὲ ἀνήνυτος [al. ἀνόνητος] αὐτοῖς ἡ τῶν ψευδωνύμων εὕρεσις θεῶν, διαδείκνυσιν εἰπὼν, ὅτι «Οὐκ ὠφελήσουσί σε·» καὶ ὅτι τὸ χρῆμά ἐστιν ἀληθὲς, προσαποφαίνει λέγων· «Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου.» Οὐκοῦν, ὡς ὁ προφήτης φησὶ, «Τί ὠφελεῖ γλυπτὸν, ὅτι ἔγλυψαν αὐτό; ἔπλασαν αὐτὸ χώνευμα φαντασίαν ψευδῆ, καὶ αὐτὸ τέκτων ἐποίησε, καὶ οὐ Θεός ἐστιν.» Εἶτα πῶς ἐπικουρήσειεν ἂν τοῖς πεπλανημένοις, ἐκ ξύλου καὶ λίθου πεποιημένον ἄγαλμα, καὶ τέχνης ἀνθρώπων εὑρήματα μᾶλλον, ἢ Θεός; Διὰ τοῦτό φησιν, ὅτι Τοὺς πάντας ἄνεμος λήψεται, καὶ ἀποίσει καταιγίς. Τούτους δὲ, τίνας; Ἢ τοὺς παρ' αὐτῶν ἐπινοηθέντας θεοὺς, ἢ τάχα που τοὺς προσκυνοῦντας αὐτοὺς, οἳ, καθάπερ χοῦς καὶ κόνις, ταῖς τῶν ἀνέμων ἀναῤῥιπτοῦνται πνοαῖς. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐν βίβλῳ Ψαλμῶν εἰρημένον· «Γενηθήτωσαν ὡσεὶ χοῦς κατὰ πρόσωπον ἀνέμου·» τουτέστι, βαδιοῦνται πρὸς τὸ μηδέν.» Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ τὰς τῶν πειρασμῶν, ἤτοι τῶν κολάσεων ἐφόδους, λαίλαπι καὶ καταιγίδι πολλάκις ἀφομοιοῦν. Οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν, καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου· καὶ ἐροῦσι· Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς, καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου.