Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1268.1
Not analysed yet
τούτοις ὄντας ὁ τῶν ὅλων Θεὸς, καί φησι· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; διατί ἀπέστρεψεν ὁ λαὸς οὗτος ἀποστροφὴν ἀναιδῆ, καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν, καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι;» Ἀλλ' ὅτι ταῦτα πέπραχας, φησὶ, διὰ τοῦτο οὐ κατεδεήθης μου. Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν, ἐπειδὴ τὰ οὕτως αἰσχρὰ καὶ ἀπόβλητα δράσαι τετόλμηκας, ἀνατεῖναι τὰς ἱκετηρίας, αἰτῆσαί τε παρὰ Θεοῦ τὸν ἔλεον; δέχεται γὰρ τοὺς μετανοεῖν ἐθέλοντας, ἀγαθὸς ὢν φύσει, καὶ εἰδὼς τὸ πλάσμα ἡμῶν, κατὰ τὸ γεγραμμένον. Ἔφη γοῦν δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἐπιστράφητε, υἱοὶ, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.» Ἀπονοίας οὖν ἀπόδειξις τῆς ἐσχάτης καὶ τῆς εἰσάπαν ἀποστροφῆς, τὸ ἐν κακοῖς γεγονότα τοσούτοις, μὴ ἀνασχέσθαι παρὰ Θεοῦ καὶ γοῦν τὸ ἐλεεῖσθαι ζητεῖν μετὰ τῆς τῶν πταισμάτων ὁμολογίας. Γέγραπται γὰρ, ὅτι «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Ψάλλει δέ τις, καί φησιν· «Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» Ἀλλ' ἦν τις τοῖς Ἰουδαίοις λόγος, σαθρός τε καὶ ἄναλκις, καὶ ἀμαθίας ἔμπλεως· διετείνοντο γὰρ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, καὶ προσνεῦσαι θεοῖς ἑτέροις, ἐπείπερ αὐτοῖς ὁ Βαβυλωνίων ὄχλος ὡς ὅσον οὐδέπω παρεσόμενος ἀπηγγέλλετο. Ἀλλ', ὦ παράφρων, φησὶ, τίνα φοβηθεῖσα ηὐλαβήθης, καὶ ἐψεύσω με; Ἄνθρωπος ὢν ὁ Βαβυλωνίων τύραννος, καὶ ὡς πρός γε τὴν θείαν ἰσχὺν, οὐδὲν παντελῶς ἡ ἐπ' αὐτῷ στρατιά. Γέγραπται γὰρ περὶ Θεοῦ· «Ὁ κατέχων τὸν γύρον τῆς γῆς· καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες.» Ἔφη δὲ πάλιν ὁ προφήτης Ἡσαΐας· «Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς σίελος λογισθήσονται, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, τίνι ὡμοιώσατε Κύριον, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;» Ἀνούστατοι τοίνυν οἱ Θεοῦ κρείττονα τὸν ἀπὸ γῆς ἄνθρωπον εἶναι νομίσαντες, καὶ ψευσάμενοι μὲν τὴν εἰς αὐτὸν εὐσέβειαν, οἰηθέντες δὲ ὅτι σωθήσονται διὰ τῶν οὐκ ὄντων θεῶν. Ποία γὰρ ὄνησις γένοιτ' ἂν ἐκ λίθου καὶ ξύλου; Εἴρηται γοῦν περὶ αὐτῶν· Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν· Ἀνάστα καὶ σῶσον ἡμᾶς. Καὶ ποῦ εἰσὶν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται, καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου. Ἐψεύσαντο δὲ τὸν Θεὸν, οὐ λόγῳ τοῦτο δρῶντες μόνον, ἀλλὰ γὰρ δι' αὐτῶν τῶν πραγμάτων, ὁποῖόν ἐστι τὸ περὶ αὐτῶν εἰρημένον ὡς ἐν τρόπῳ παραδείγματος· «Καὶ ἐπέμεινα του ποιῆσαι σταφυλὴν, ἐποίησαν δὲ ἀκάνθας, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κρίσιν.» Ἔφη δέ που καὶ ὁ θεσπέσιος Μελῳδὸς ὡς ἐκ προσώπου Χριστοῦ περὶ αὐτῶν· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Καὶ οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιάν σου, οὐδὲ εἰς τὴν καρδίαν σου. Κἀγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης. Κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου, καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσουσί σε. Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου. Τούτους γὰρ πάντας ἄνεμος λήψεται, καὶ ἀποίσει καταιγίς. Ἔφη που Θεὸς διὰ φωνῆς Ἰεζεχιὴλ πρὸς τὴν τῶν