Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1273
Not analysed yet
δὲ καὶ ὁ Παῦλος, ὅτι καὶ ὁ νόμος, τῶν παραβάσεων χάριν προσετέθη· ἔλεγχος γὰρ ἁμαρτίας ὁ νόμος, καὶ αὐτῷ προσπταίοντες, ὑπὸ μῶμον ἦσαν καὶ γραφήν. Ἐκώλυον οὖν ἄρα τῆς ἐννόμου ζωῆς τὸ δυσήνυτον. Ἀλλ' αἰρέσθω, φησὶν, ἐκ μέσου· ἡ δὲ εὐστιβὴς καὶ ἀνιδρωτὶ βάσιμος ἀναδεικνύσθω τρίβος, τουτέστι, τῆς εὐαγγελικῆς πολιτείας ἡ δύναμις τὴν ἀληθῆ λατρείαν εἰσφέρουσα. Ἔφη τι τοιοῦτον καὶ ἑτέρωθί που Θεὸς πρὸς τοὺς ἁγίους μυσταγωγούς· «Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε·» τουτέστι, δυσχερείας ἀπάσης ἀπαλλάξατε τὴν ὁδὸν, ἤπερ ἂν ἀποφέροιτο πρὸς Θεὸν διὰ τῆς ἐν πνεύματί τε καὶ ἀληθοῦς λατρείας, καὶ τῆς ἐν πίστει φαιδρότητος. Τάδε λέγει Κύριος ὁ ὕψιστος, ὁ ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν· Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν. Πνεῦμα γὰρ παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα. Οἱ μακάριοι προφῆται, ὅτε τι μέγα καὶ θεοπρεπὲς ὑπισχνεῖταί τισιν ὁ τῶν ὅλων Κύριος, πολὺ τὸ θαῦμα δέχονται τῆς δόξης αὐτοῦ καὶ τῆς ἡμερότητος, καὶ οἷον ἀνασκιρτῶντες ἐκ θυμηδίας τρέπονται πρὸς δοξολογίαν. Τοιοῦτόν τι πεπονθότα νυνὶ τὸν προφήτην εὑρήσομεν· οὐ γὰρ ἁπλῶς ἔφη· Τάδε λέγει Κύριος, προσεπάγει δὲ ἀναγκαίως, ὁ ὕψιστος, τουτέστιν, ὁ πάντων ἐπέκεινα καὶ ἀνωτάτω κατὰ φύσιν παντὸς τοῦ παρενεχθέντος εἰς ὕπαρξιν· λέγων δὲ τὸ, κατοικῶν ἐν ὑψηλοῖς, ὑποφαίνει πάλιν ὡς ἐν ἀκλονήτοις ἐστὶν ὑπεροχαῖς, καὶ ἐν ἀῤῥήτοις ὑψώμασιν ἡ θεία τε καὶ ὑπερτάτη φύσις. Καίτοι τοῦτο, οἶμαι, ἐστὶ τὸ κατοικεῖν ἐν ὑψηλοῖς εἰς τὸν αἰῶνα αὐτήν· ἔχει γὰρ ἀναλλοιώτως ἔν γε τοῖς καθ' ἑαυτὴν, καὶ οὐκ ἂν γένοιτό πως ἐν ἀμείνοσιν, ἢ ὅπερ ἐστὶν, ἔνεστι δὲ μᾶλλον ἀμεταπτώτως αὐτῇ τὸ ἐν οἷς ἐστιν εἶναι διηνεκῶς. Ἅγιον δὲ ἐν ἁγίοις ἀναπαύεσθαί τε καὶ κατοικεῖν αὐτόν φησιν, ὑπεμφαίνων ὅτι παραιτεῖται μὲν ὡς μεμολυσμένους διὰ πολλὴν ἁμαρτίαν τοὺς ἐξ αἵματος Ἰσραὴλ, ἐναυλίζεται δὲ φιλαγάθως τοῖς διὰ πίστεως ἐκκεκαθαρμένοις, καὶ ἡγιασμένοις ἐν πνεύματι. Δίδωσι δὲ καὶ ὀλιγοψύχοις μακροθυμίαν, καὶ ὀλιγοψύχους φησὶ τοὺς ἔσθ' ὅτε βραχύ πως ἀσθενεῖν εἰωθότας, περὶ τὸν προτεθέντα αὐτοῖς τοῦ βίου σκοπόν. Δίδωσι δὲ τούτοις μακροθυμία[ν], τουτέστι καρτερίαν καὶ ὑπομονὴν, μονονουχὶ βοῶν τε καὶ λέγων· «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Δίδωσι δὲ καὶ ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν, τουτέστι τοῖς πτωχοῖς τῷ πνεύματι· τοιοῦτοι δὲ πάντες οἱ ἐν ὑπακοῇ Θεοῦ, καὶ εἰκτικὸν ἔχοντες νοῦν· οὗτοι δ' ἂν εἶεν οἱ διὰ πίστεως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ· ὀνομάζονται δὲ πτωχοὶ τῷ πνεύματι, τὴν ἐναντίαν τοῖς ἐξ Ἰσραὴλ ἐρχόμενοι τρίβον. Οἱ μὲν γὰρ ἦσαν ἀλαζόνες, ἀπειθεῖς τε καὶ ἄθραυστοι·