Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1276
Not analysed yet
οἱ δὲ ἀγαθοὶ, καὶ εὐκάρδιοι, καὶ τοῖς τοῦ Θεοῦ νόμοις τὸ χρῆναι κρατεῖν ἀπονέμοντες, καὶ ὑποτιθέντες τῇ ζεύγλῃ Χριστοῦ τὸν τῆς διανοίας αὐχένα. Καὶ ταῦτα μὲν τῶν ἐν Χριστῷ τὰ ἔργα. Τί δέ φησιν ὁ Ὕψιστος τοῖς ἐξ ἀπειθείας ὠλισθηκόσιν εἰς τὰ τῆς εἰς αὐτὸν δυσσεβείας ἐγκλήματα; Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διαπαντὸς ὀργισθήσομαι ὑμῖν. Οὐκ ἀποκείρει τοῦ σώζεσθαι τὴν ἐλπίδα τοῖς ἐξ Ἰσραήλ· σέσωσται γὰρ τὸ κατάλειμμα· κέκληται μὲν πλείστη τις μοῖρα τῆς αὐτῶν πληθύος, κεκλήσονται δὲ καὶ ἐν ἐσχάτοις καιροῖς; ἀνακόπτοντος Θεοῦ τὴν ἐπ' αὐτοῖς ὀργὴν, καὶ τὴν δίκην ἀνασειράζοντος, ὡς μὴ εἰσάπαν ἐκτείνεσθαι κατ' αὐτῶν. Ἀγαθὸς γὰρ ὑπάρχων, τετήρηκε τοῖς πατράσιν αὐτῶν ἀψευδῆ τὴν ὑπόσχεσιν. Ἀποδίδωσι δὲ καὶ ἑτέραν αἰτίαν, ὡς φιλοικτίρμων Θεός. Πνεῦμα γὰρ, φησὶ, παρ' ἐμοῦ ἐξελεύσεται. Ἐξελεύσεται δὲ τίνα τρόπον, διεσάφησεν εἰπών· Πνοὴν πᾶσαν ἐποίησα ἐγώ. Ἔστι μὲν γὰρ πνευμάτων Πατήρ. Νοεῖταί γε μὴν οὐχ ὡς ἐξ ἰδίας φύσεως τετοκὼς αὐτὰ, καθὰ καὶ τὸν ἴδιον Υἱὸν, ἀλλ' οὐδὲ ἐν ἴσῳ τῷ ἁγίῳ Πνεύματι τὴν ἐκ τῆς οὐσίας πρόοδον, ἤγουν ἐκπόρευσιν, ἐσχηκέναι φαμὲν αὐτά· δημιουργικῶς δὲ μᾶλλον ἐκ Θεοῦ προελθεῖν εἰς τὸ εἶναι διαβεβαιούμεθα, φρονοῦντες ὀρθῶς· αὐτὸς γὰρ πᾶσαν ἐποίησε πνοήν. Ὅπου δὲ ποίησις ὅλως ὠνόμασται, ἐκεῖ που πάντως εἴη ἂν ἡ ἐξέλευσις, ἤγουν ἡ ἔξοδος, οὐκ οὐσιωδῶς μᾶλλον, ἀλλ' ὡς ἐν λέξει καταχρηστικῇ τὸ περιποιεῖσθαι σημαίνουσα. Δι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ ἐπάταξα αὐτὸν, καὶ ἀπεστρέψατο πρόσωπόν μου ἀπ' αὐτοῦ· καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα, καὶ ἰασάμην αὐτὸν, καὶ παρεκάλεσα αὐτὸν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινὴν, εἰρήνην ἐπὶ εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσι. Καὶ εἶπε Κύριος· Ἰάσομαι αὐτούς· οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ δυνήσονται. Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπε Κύριος ὁ Θεός. Ἐκτετίκασι μὲν Ἰουδαῖοι δίκας τῆς εἰς Χριστὸν παροινίας, ἀνθρώπῳ μὲν ἀφορήτους παντὶ, μεμετρημένας δὲ ὅμως, τό γε ἧκον εἰς ἰσότητα τῶν ἡμαρτημένων. Δεδυσσεβήκασι γὰρ τὰ πέρα μέτρου παντὸς, ἀπεκτονότες δικαίους, καὶ προφητῶν ἁγίων αἵμασιν ἐνόχους ἑαυτοὺς καταστήσαντες. Τελευτῶντες δὲ καὶ αὐτῷ τὰς χεῖρας ἐπήγαγον τῷ Χριστῷ, ὃν Υἱὸν ὄντα πέπομφεν ὁ Πατὴρ μετὰ τοὺς οἰκέτας. Οἱ δὲ καὶ οὕτως ἠλαζονεύοντο κατ' αὐτοῦ, καίτοι πρὸς ἀλλήλους λέγοντες· «Οὗτός ἐστιν ὁ κληρονόμος.» Οὐκοῦν διὰ ταύτην τὴν ἁμαρτίαν ἐλύπησα αὐτὸν, φησὶ, καὶ ἐπάταξα, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτοῦ. Ἔφη γάρ· «Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.» Ἀλλ' ἐν ὑστέροις καιροῖς μεταγινώσκοντος τοῦ Ἰσραὴλ (πορεύσεται γὰρ στυγνὸς), πεπαύσεται μὲν τὰ