Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1288
Not analysed yet
πέλας τὰ ἐξ ἀγάπης ἀγαθά. Πλήρωμα γὰρ νόμου ἀγάπη, κατὰ τὸ γεγραμμένον. Ἀγάπης δὲ πλήρωσις τῆς εἰς ἀδελφοὺς, καὶ εὐσπλαγχνίας ἀπόδειξις τῆς τετιμημένης παρὰ Θεῷ, τὸ πεινῶντι μὲν διαθρύπτειν τὸν ἄρτον, πτωχοὺς δὲ ἀστέγους εἰσοικίσασθαι, καὶ γυμνοὺς ἀμφιέσαι, καὶ τοῖς οἰκείοις τοῦ σπέρματος, τουτέστι, τοῖς ἐκ γένους, τὴν ἀρκοῦσαν, οἶμαι, φειδῶ, [ἀπονεῖμαι] καὶ μερίσασθαι πρὸς αὐτοὺς τῆς παρὰ Θεοῦ δοθείσης εὐθηνίας τὸ πλάτος. Ἐπιτήρησον δὲ, ὅτι οὐ ταυτόν ἐστι τὸ ἀποσχέσθαι κακῶν τῷ ἐργάσασθαι τὸ ἀγαθόν. Οὐδ' ἂν ἀρκέσειέ τισιν εἰς καύχημα τὸ παρὰ Θεῷ τὸ μὴ δρᾶσαι τὸ φαῦλον, ἀλλ' ἕπεσθαι δεῖ πάντη τε καὶ πάντως, καὶ τὸ χρῆναι πληροῦν τὴν ἀγαθουργίαν, καὶ ἀντέχεσθαι τῶν εἰς εὐσέβειαν σπουδασμάτων. Τὸ μὲν γὰρ διαλύειν στραγγαλιὰς βιαίων συναλλαγμάτων, καὶ πάντα σύνδεσμον ἀδικίας, καὶ πᾶσαν συγγραφὴν ἄδικον διασπᾷν, οὐδὲν ἕτερόν ἐστι, πλὴν ὅτι μόνον ἀποφοιτῆσαι φαυλότητος. Τό γε μὴν ἑλέσθαι τὰ τῆς ἀγάπης ἔργα πληροῦν διὰ τοῦ διαθρύψαι πεινῶντι τὸν ἄρτον, καὶ πτωχοὺς ἀστέγους εἰσοικίσασθαι, καὶ γυμνοὺς περιβαλεῖν, καὶ μὴ[ν] ἀνέχεσθαί τινας τῶν ἐκ τῶν οἰκείων τοῦ σπέρματος, τῶν ἀρίστων ἀνδραγαθημάτων ἀπόδειξιν ἔχει σαφῆ. Διὰ τοῦτο καὶ ὁ πάλαι νόμος, παιδαγωγὸς ὑπάρχων ἐπὶ Χριστὸν, οὐ τὴν ἀγαθοῦ πλήρωσιν εἰσκεκόμικε τοῖς τὸ τηνικάδε, ἐδίδασκε δὲ μᾶλλον φαυλότητος προαποφοιτᾷν. Τὸ γὰρ, Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐκ ἐπιορκήσεις, ταύτην ἔχει τὴν δύναμιν. Τετήρητο δὲ τὸ τέλειον, καὶ ἡ παντὸς ἀγαθοῦ πλήρωσις τοῖς διὰ Χριστοῦ θεσπίσμασι, παρ' ὧν ἐμάθομεν τὰ τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς ἀγάπης ἔργα πληροῦν. ΤΟΜΟΣ Δʹ. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. Τότε βοήσεις, καὶ ὁ Θεὸς εἰσακούσεταί σου. Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι. Εἰ καθαρῶς, φησὶ, νηστεύσειας, καὶ διεσμηγμένας τὰς χεῖρας ἀποδείξειας τῷ Θεῷ, καὶ ῥύπου παντὸς ἀπηλλαγμένον τὸν νοῦν, ἤγουν ὅταν ἀποσμήχῃ τοῦ καταπαίειν πυγμαῖς ταπεινὸν, καὶ ὑπονύσσειν μὲν τοὺς ὑποχειρίους εἰς κρίσιν καὶ μάχας, ἕπεσθαι δὲ τοῖς αὐτοῦ [γρ. σοῦ] θελήμασι καὶ φιληδονίαις, ὅταν διαθρύψῃς πεινῶντι τὸν ἄρτον, γυμνὸν ἀμφιέσῃς, πτωχοὺς ἀστέγους εἰσαγάγῃς εἰς τὸν οἶκόν σου· τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου. Ἔμφασιν ἔχει πλείστην ὅσην ὁ λόγος. Οὐ γὰρ ἁπλῶς ἔφη, Δοθήσεταί σοι παρὰ Θεοῦ τὸ φῶς, ῥαγήσεται δὲ μᾶλλον, οἷον ἀστραπῆς τινος δίκην, σὺν ὁρμῇ καὶ δρόμῳ καθιέμενον παρὰ Θεοῦ, δι' οὗ διαδείκνυται σαφῶς τοῦ χορηγοῦντος ἡ προθυμία. Πρώϊμον δὲ λέγων, ὅτι καὶ πρὸ καιροῦ καταφοιτήσει, διδάσκει. Οἶδε μὲν γὰρ, οἶδεν ὁ τῶν καθ' ἡμᾶς ταμίας Θεὸς, ὁ πνευματικῶν χαρισμάτων δοτὴρ, ταῖς ἐφ' ἑκάστῳ φιλοτιμίαις τὸν καιρὸν ἐοικότα. Ἀλλ' εἴ τις γένοιτο καλός τε καὶ ἀγαθὸς, καὶ προσέτι φιλοικτίρμων καὶ εὐήνιος, τούτῳ καὶ πρώϊμα τὰ παρ' αὐτοῦ δοθήσεται γέρα, ὥστε καὶ ἀσταχύων δίκην ἀνατέλλειν ἐν αὐτῷ· καὶ τὰ ἰάματα αὐτοῦ, τουτέστιν, ἁπάσης ἀῤῥωστίας ἀποβολὴν, καὶ τῶν