Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1285
Not analysed yet
Θεὸν τὰ δρώμενα παρ' ἡμῶν, κατά γε τὸ εἰρημένον τῷ Κάϊν παρ' αὐτοῦ· «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ γῆς.» Ἀλλ' οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, φησί· καὶ ποίαν ταύτην, προαπέφηνεν εἰπὼν, ὅτι «Ἐν ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε εἰς κρίσιν καὶ μάχας. Νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν.» Οὐκοῦν, οὐδ' ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ[ς], τουτέστι, κἂν τὴν εἰς ἄκραν ἐπιτηδεύσῃς ταπείνωσιν, καὶ πόνου τρίβον ἐλάσῃς οὐ φορητὴν, μετὰ τῶν οὕτως αἰσχρῶν αἰτιαμάτων, οὐδ' οὕτω καλέσετε νηστείαν δεκτήν. Εἰ γὰρ βούλεσθε, φησὶν, ἀληθὲς εἰπεῖν, οὐδ' ἂν ὑμεῖς αὐτὴν νηστείαν δεκτὴν ὀνομάσετε αὐτήν. Οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος, ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Ἔδει τοῖς οὐκ εἰδόσι τῆς ἀληθοῦς νηστείας τὸν τρόπον, ἐπιδειχθῆναι τοῦτον παρὰ Θεοῦ. Παρ' αὐτοῦ γὰρ πᾶσα σοφία, καὶ σύνεσις, καὶ ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ὁδὸς ἀναδείκνυται. Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, καί φησιν· «Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου.» Οὐκοῦν ἀπόβλητον μὲν ἐποιήσατο τὴν ἀτεχνεστάτην καὶ κατ' οὐδένα τρόπον ὀνησιφόρον τῶν Ἰουδαίων νηστείαν, ἐμφανίζει δὲ τῆς ἀληθινῆς τὴν δύναμιν. Λύε γὰρ, φησὶ, πάντα σύνδεσμον ἀδικίας, τουτέστιν, ἀπαλλάττου τοῦ πλεονεκτεῖν βούλεσθαί τινας· ἀδικίας γὰρ σύνδεσμος ἡ πλεονεξία, καὶ τὸ ἐπιφύεσθαί τισι τῶν ἀσθενεστέρων, καὶ οἷον ἐπιπλοκαῖς ἀφύκτοις αἰτιαμάτων καταδεσμεῖν αὐτοὺς, ὑπέρ γε τοῦ καταστῆσαι περιδεεῖς, οὕτω τε ζητεῖν ἅπερ ἂν βούλωνται παρ' αὐτῶν λαμβάνειν. Διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων. Συναλλάγματα δὲ βίαια, καὶ τὰ ἐκ στραγγαλιᾶς, ἤγουν δυστροπίας, ἐπίμεστά φαμεν εἶναι τὰ ἐμπορικά. Καὶ πρός γε τούτοις τὰ ἕτερα τῶν καλουμένων δόσεών τε καὶ λήψεων, ἃ πλεονασμούς τινας ἔχει, καὶ λημμάτων αἰσχρῶν ἐραστὰς ἀποδείκνυσι τοὺς αὐτὰ δρᾷν εἰωθότας. Καὶ τεθραυσμένους δὲ, φησὶν, ἀπόστειλον ἐν ἀφέσει, τουτέστι, τοὺς ὑπομένοντας συντριβὴν, ἢ κάματον, ἢ ἐκ τοῦ συνδέσμου τῆς ἀδικίας, ἤγουν ἐκ τῶν βιαίων συναλλαγμάτων. Ἀπόλυσον ἐν ἀφέσει, τουτέστιν, ἐλευθέρωσον τῆς ἐπενεχθείσης στενοχωρίας· ἐπίτρεψον κάμνουσιν ἀναπαῦσαι λοιπόν. Διάσπα δὲ καὶ πᾶσαν ἄδικον συγγραφήν· ὥς γε οἶμαι, τὰ τῶν τοκιζόντων γραμματεῖά φησιν, συνταχθέντα πολλάκις οὐδὲ ἐπιδόσει χρημάτων τοσούτων, ὅσωνπερ ὠδίνει μέτρον ἡ συγγραφή. Ὅταν δὲ τούτων ἀπόσχῃ, φησὶ, τότε προστίθει τὸ λεῖπον. Ἔστι δὲ τοῦτο καρποφορεῖν τῷ