Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1293
Not analysed yet
ἀπάσης εὐκοσμίας ἐπιμελητὴν, καὶ τῶν ἐξαιρέτων ἐφιέμενον ἀνδραγαθημάτων, ἀφελὼν δὲ τὸ ῥῆμα τοῦ γογγυσμοῦ, ἐὰν δῷς τὸν ἄρτον πεινῶντι, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τουτέστιν, εἰ γένοιο φιλοικτίρμων, φιλάγαθός τε καὶ φιλάλληλος, εὐμετάδοτος, καὶ κοινωνικὸς, καὶ τὸν πλησίον ἀγαπῶν ὡς σεαυτὸν, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου. Πῶς δὲ δὴ ἄρα καὶ τοῦτο; Ὡς γὰρ ἐκ νυκτὸς ἡμέρα γίνεται, οὕτως ἐν ἡμῖν, ἐκπεμπομένου τοῦ νοητοῦ σκότους τὸ θεῖον ἀντεισκρίνεται φῶς, ὡς δοκεῖν εἶναι ἐν μεσημβρίᾳ, τουτέστιν, ἐν ἀκμῇ λαμπρότητος. Μεσημβρίζων γὰρ ὁ τοῦ ἡλίου κύκλος ἀκμαιότατον τότε δὴ μάλιστα τοῖς ἐπὶ γῆς ἐνίησι τὸ φῶς. Ἔσται δὴ οὕτως ὁ Θεός σου μετὰ σοῦ διὰ παντός. Πάμμεγα δὲ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο. Τί γὰρ οὐχ ὑπάρχει τῶν ἀγαθῶν τοῖς τοῦτο λαχοῦσιν; ἢ ποίων οὐκ ἔσται χαρισμάτων ἐπίμεστος ἄνθρωπος, Θεοῦ συνόντος αὐτῷ τοῦ πάντα ἰσχύοντος, καὶ πλουσίᾳ χειρὶ διανέμοντος τὰ ὧνπέρ ἐστι χορηγὸς καὶ δοτὴρ, καὶ ἀποσοβοῦντος μὲν τὰς τῶν πειρασμῶν ἐφόδους, εὐσθενῆ δὲ οὕτω τιθέντος, ὥστε καὶ ἀντανίστασθαι γενικῶς καὶ αὐτῷ τῷ Σατανᾷ, καὶ ταῖς ἐκ παθῶν ἐπηρείαις; Καὶ ἐμπλησθήσῃ, καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσονται, ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ, καὶ τὰ ὀστᾶ σου ὡς βοτάνη ἀνατελεῖ καὶ πιανθήσονται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν. Καὶ τίνος ἄρα ἐμπλησθήσεσθε; φησί. Θείων δηλονότι χαρισμάτων, καὶ τροφῆς ἁγιοπρεποῦς· ὡς γὰρ αὐτὸς ἔφη που Χριστός· «Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ,» τοῦτο καὶ πάλαι τοῖς ἐξ αἵματος Ἰσραὴλ ὡς ἐν τύπῳ ἐνεγράφετο, καθιέντος Θεοῦ τὸ μάννα ἐξ οὐρανοῦ· ἐπεί τινα τρόπον ἄρτος ἀγγέλων νοηθείη ἂν, καὶ ἄρτος οὐρανοῦ. Εἰ δὲ καί τινες εἶεν, οἷς τὸ θεῖον ἐνήστραψε φῶς πλουσίως εἰς νοῦν, καὶ τῶν ἱερῶν Γραμμάτων ἀκριβῆ καὶ ἀμώμητον ἐνειργάσατο γνῶσιν, καὶ τούτους ἐμπεπλῆσθαί φαμεν, καὶ εἰς κόρον ἐλάσαι τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ τρυφῆς· ἀλλὰ τούτου μὲν ἐκπέπτωκεν ὁ Ἰσραήλ· γεγόνασί γε μὴν ἐν κτήσει καὶ κατοχῇ τὰ ἔθνη διὰ τῆς πίστεως, καὶ ὅσοι τὸν εὐαγγελικὸν καὶ σωτήριον προσιόντες λόγον. Καὶ γοῦν ἔφη τοῖς ἁγίοις ἀποστόλοις ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὅτι «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται,» τοῖς ἀπιστήσασι δηλονότι, οἷς δὴ καὶ ὁ θεῖος ἐπεφώνησε λόγος, «Οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσητε.» Ἐπείνασαν γὰρ καὶ ἐδίψησαν, ἀμέτοχοι γεγονότες τῶν διὰ τοῦ πνεύματος ἀγαθῶν, καὶ ἄγευστοι παντελῶς τῶν διὰ Χριστοῦ χαρισμάτων, ἤτοι τῆς θείας τε καὶ εὐαγγελικῆς παιδεύσεως. Ἔφη γάρ που δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἐγὼ λιμὸν ἐπάγω ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου, καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.» Ἐξῄρηται γὰρ τῆς Ἰουδαίων ἀγέλης ὁ