Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1296
Not analysed yet
ζωοποιός τε καὶ τροφιμώτατος τοῦ Θεοῦ λόγος. Δέδοται δὲ, ὡς ἔφην, τοῖς ἀγαπῶσι Χριστὸν, οἷς δὴ καὶ ἐπεφώνησε λέγων· «Φάγετε, καὶ μεθύσθητε οἱ, πλησίον.» Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, ἅτε δὴ καὶ ἐν μεθέξει γεγονὼς τῆς οὕτως σεπτῆς καὶ ἀμφιλαφοῦς φιλοτιμίας· «Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με, ὡς κράτιστον.» Οὐκοῦν ὅσοι τῶν θείων αὐτοῦ μυστηρίων ἐσχήκασι γνῶσιν, ἤτοι ἐνεπλήσθησαν τούτων, κατεπιάνθησαν τὰ ὀστᾶ. Ἐσχηματίσθη δὲ ὁ λόγος ὡς ἀπό γε τῶν τρυφᾷν εἰωθότων σαρκικῶς· τῶν τοιούτων ἡ ψυχὴ γένοιτο ἂν ὡς κῆπος μεθύων, τουτέστιν εὐανθὴς, καὶ εὐδενδρότατος, καὶ ποικίλαις ἀνθέων ἰδέαις ἐξωραϊσμένος, καὶ παντοδαποὺς ἐκφέρων καρπούς. Οἱ μὲν γὰρ ἄνυδροι τῶν κήπων πολὺ λίαν ἔχουσι τὸ εἰδεχθές· ξηροὶ γάρ εἰσι καὶ παντὸς ἔρημοι καρποῦ, ἢ τάχα που καὶ αὐτῶν ἐν ἐνδείᾳ τῶν φυτῶν. Οἵ γε μὴν ὑδάτων ἀταμιεύτοις ὁρμαῖς ἐκμεμεθυσμένοι παντοδαποῖς, ὡς ἔφην, στεφανοῦνται καρποῖς. Κῆπός γε μὴν Χριστοῦ γέγονεν ἡ Ἐκκλησία, ἧς δὴ καὶ ἀναλαβοῦσα τὸ πρόσωπον ἡ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων γραφομένη νύμφη, «Καταβήτω, φησὶν, ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ·» ὅπερ γάρ ἐστιν ἐν φυτοῖς τὸ ἀκρόδρυον, ἤτοι καρπὸς ὡραῖος, τοῦτο καὶ ἐν ψυχαῖς ἁγίων ἀρετὴ καλὴ καὶ ἡδίστη τῷ Θεῷ. Οὐκοῦν ὡς κῆπος μεθύων ἔσται, φησὶν, ἡ ψυχή σου, ναὶ μὴν καὶ ὡς πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ. Τοιοῦτοι γεγόνασιν οἱ θεσπέσιοι μυσταγωγοὶ, καθάπερ ἀπὸ πηγῆς ἀεννάου τῆς ἑαυτῶν καρδίας τὰ τῆς εὐσεβοῦς διδασκαλίας προϊόντες νάματα, καὶ τὰς τῶν παιδευομένων ψυχὰς πλουσίως καταρδεύοντες. Καὶ πιστώσεται λέγων αὐτὸς ὁ τῶν οὕτως ἐξαιρέτων χαρισμάτων διανομεύς. «Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς.» Καὶ πάλιν· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Τοιούτους εἶναί φαμεν τοὺς ἁγίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς, καὶ ὅσοι τὸν θεῖον πρεσβεύουσι λόγον, τοῦτο μὲν δογματικῆς εὐτεχνίας ἐν καλῷ γεγονότες, τοῦτο δὲ καὶ τῆς ἐν ἔργοις φαιδρότητος τὴν ὁδὸν ἐκκαλύπτοντες. Καὶ τὰ ὀστᾶ σου δὲ, φησὶν, ὡς βοτάνη ἀνατελεῖ, καὶ πιανθήσονται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν. Ἔοικεν ἐν τούτοις τὸ τῆς ἀναστάσεως καταδηλοῦν μυστήριον· ἀναστήσεται γὰρ τότε τὸ σῶμα, καθάπερ τις ἐν ἀγρῷ πόα, κατὰ μὲν τὴν τοῦ χειμῶνος ὥραν μαρανθεῖσα καὶ καταμύσασα, γελώσης γε μὴν ἐαρινῆς εὐδίας, ἀναφυεῖσα πάλιν, καὶ οἶον ὑπονοστήσασα πρὸς τὸν ἐνόντα αὐτῇ κατὰ φύσιν ὡραϊσμόν. Ἀνατείλαντά γε μὴν ὡς βοτάνη τὰ ὀστᾶ καταπιανθήσονται, φησὶ, τῇ ζωοποιῷ δηλονότι χάριτι τῇ παρὰ Θεοῦ. Ψάλλει γάρ που καί φησιν ὁ θεσπέσιος Δαβίδ· «Ἐξαποστε-