Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1328
Not analysed yet
διάθεσίν τε καὶ γνώμην, ὡς ἔφην. Ἀλλ' ἰδοὺ ἥκασι, φησὶ, τουτέστιν, οὐκ εἰς μακρὰν, οὐδὲ εἰς ἀνάβλησιν ἡ κλῆσις αὐτῶν ἔσται· δραμοῦνται γὰρ ὥσπερ κατὰ πόδα τῶν εὐαγγελικῶν κηρυγμάτων, ποιήσονται δὲ τὴν ἄφιξιν τὴν πρὸς Θεὸν διὰ πίστεως δίχα πόνου παντὸς δυσχερείας τε ἁπάσης καὶ ἱδρῶτος ἐξῃρημένων. Ἐπ' ὤμων γὰρ ἀρθήσονται· πέπλασται γὰρ τὸ σχῆμα τοῦ λόγου ὡς ἐκ παραδείγματος τοῦ καθ' ἡμᾶς· τὰ γάρ τοι νεογνὰ τῶν βρεφῶν τιθηνεῖσθαι φιλεῖ, καὶ τοῖς τῶν μητέρων κόλποις καὶ βραχίοσιν ἐπαναπαύεσθαι ζητεῖ. Γίνεταί τι τοιοῦτον ἐπὶ τῶν καλουμένων ἐκ πλάνης Ἑλληνικῆς, θεραπεύονται γὰρ παρὰ τῶν μυσταγωγῶν, σκληραγωγούμενοι μᾶλλον, οὐδὲ τὴν τραχεῖαν εὐθὺς ἰόντες τρίβον, ἀλλ' οἷον διὰ τρυφερᾶς ἀγωγῆς γαλακτοτροφούμενοί τε καὶ ἀναβαίνοντες κατὰ βραχὺ πρὸς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Καὶ γοῦν ἐνετέλλετο μὲν τοῖς ἁγίοις ἀποστόλοις βαπτίζειν πάντα τὰ ἔθνη εἰς τὸ ὅνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκειν τε αὐτὰ τηρεῖν πάντα ὅσαπερ αὐτοῖς ἐνετείλατο. Οἱ δὲ καὶ τοῦτο δρᾷν ἐθέλοντες φορτικὸν οὐδὲν ἐπετίθεσαν ἐν ἀρχαῖς τοῖς πιστεύουσιν εὐτεχνίᾳ χρώμενοι διδασκαλικῇ. Γεγράφασι γὰρ τοῖς ἐξ ἐθνῶν, ὅτι «Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν ἀπέχεσθαι ὑμᾶς πορνείας, καὶ πνικτοῦ, καὶ αἵματος.» Γράφει δέ τισι καὶ ὁ πανάριστος Παῦλος, ὅτι «Γάλα ἐπότισα ὑμᾶς, οὐ βρῶμα, οὔπω γὰρ ἠδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε.» Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια τῆς καρδίας γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Οὐκοῦν ἐπ' ὤμων ἀρθήσονται, φησὶν, οἱ υἱοί σου, καὶ αἱ θυγατέρες σου, τότε δὲ ὄψει, καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ, ἀντὶ τοῦ, θαυμάσεις· οὕτω γάρ που καὶ ὁ θεσπέσιος Ἀββακούμ· «Κύριε, φησὶν, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» Κατειθίσμεθα δέ πως καὶ ἡμεῖς αὐτοὶ, τὸ, ἐξέστην, ἔσθ' ὅτε λέγειν, ὅταν τι τῶν παραδόξων ὑπό του γενέσθαι συμβῇ. Θαυμάσεις τοίνυν, φησὶ, καὶ ποία τούτου γενήσεται πρόφασις; Μεταβαλεῖ γὰρ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν, καὶ λαῶν. Σαφεστέραν ἐν τούτοις ποιεῖται τὴν προαγόρευσιν, τοῦ ὅτι κεκλήσεται κατὰ καιροὺς εἰς ἐπίγνωσιν ἀληθείας τῶν ἐθνῶν ἡ πληθύς. Ἦν μὲν γὰρ ἐν τοῖς νοτιωτέροις κλίμασι τῶν Ἰουδαίων ἡ χώρα, τά γε μὴν πρὸς ἄρκτον, καὶ θάλασσαν, καὶ πόλεις, καὶ τὰς ἐπ' αὐτῇ κειμένας χώρας αἱ τῶν ἐθνῶν ἀγέλαι διεμοιρώσαντο. Ἐπειδὴ δὲ τῆς ἀρχαίας ἀπάτης ἀπονοστήσαντες τὴν εἰς τὰ ἀμείνω μεταβολὴν ἐσχήκασι κεκλημένα πρὸς ἐπίγνωσιν τοῦ κατὰ φύσιν ὄντος Θεοῦ διὰ τῶν ἱερουργούντων τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· ταύτῃτοί φησι μεταβαλεῖν εἰς τὴν Ἐκκλησίαν τῆς θαλάσσης τὸν πλοῦτον· πλοῦτος δὲ, ὡς ἔφην, τῶν πρὸς θαλάσσης κειμένων πόλεων καὶ χωρῶν, οἱ κατοικοῦντες ἐν αὐταῖς. «Ἥξουσι δέ σοι, φησὶ, καὶ ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γε-