Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1325.1
Not analysed yet
γος. Εὐαγγελίζεται γὰρ καὶ τὴν τῶν ἐθνῶν κλῆσιν, καὶ τῶν δύο λαῶν τὴν ἕνωσιν ἐν Χριστῷ, καὶ τῆς τοῦ νόμου σκιᾶς τὴν μεταβολὴν εἰς λατρείαν πνευματικήν. Πάντα γὰρ ἐν Χριστῷ καινὰ, καὶ τὰ ἀρχαῖα παρῆλθεν, ἔκτισε δὲ αὐτὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Τούτων ἁπάντων ποιεῖται τὴν προαγόρευσιν, καὶ δή φησι πρὸς τὴν νοητὴν Ἱερουσαλὴμ, τουτέστι τὴν Ἐκκλησίαν, τὴν ἀπ' ἀρχῆς συστᾶσαν ἐξ Ἰουδαίων· πρῶτοι γὰρ αὐτοὶ πεπιστεύκασιν· «Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου. Ἰδοὺ γὰρ ἥκασι πάντες υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται.» Ὡς γὰρ ἐκ παντὸς ἔθνους τε καὶ χώρας συλλέγοντος τοὺς πιστεύσαντας τοῦ θείου καὶ εὐαγγελικοῦ κηρύγματος σαγηνεύοντος τὴν ὑπ' οὐρανὸν, καὶ ὡς εἴς τινα πόλιν εὐπυργοτάτην ἀποφοιτᾷν ἀναπείθοντος εἰς τὴν διὰ πίστεως χάριν, ἤγουν εἰς τὴν τῶν ἁγίων τροφὴν, φημὶ δὴ τὴν Ἐκκλησίαν, τὰ τοιάδε φησὶ, καθάπερ ἀμέλει, καὶ ἑτέρωθί που· «Ἔσται γὰρ, φησὶν, ἐν ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν εἰς αὐτὸ ἔθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ. Καὶ πορευσόμεθα ἐν αὐτῇ.» Τέκνα δὴ τῆς Ἱερουσαλὴμ οὐχὶ μόνοι λέγοιντο ἂν οἱ ἐξ αἵματος Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ ἅπαντες οἱ ἐκ παντὸς ἔθνους καὶ χώρας κεκλημένοι διὰ πίστεως εἰς τὸ τῆς ἀληθείας φῶς. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, «Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.» Εἴρηται δὲ παρὰ Θεοῦ πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, ὅτι «Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.» Οὐκοῦν ὡς ἤδη πληθύος συναγηγερμένης ἐξ ἐθνῶν, καὶ προσκυνούσης Χριστῷ· Ἆρον, φησὶ, κύκλῳ τοὺς ὀφθαλμούς σου, τουτέστιν, ἅπασαν περιάθρει τὴν οἰκουμένην, καὶ ἐκ παντὸς μέρους αὐτῆς ὄψει τρέχοντα πρὸς σὲ τὰ σὰ τέκνα, ἥξουσι δὲ καίτοι μακρὰν ὄντες ποτὲ, μακρὰν δὲ οὐ τοπικῶς, ἀλλὰ κατὰ γνώμην, καὶ διάθεσιν νοῦ. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων προφητῶν τοῖς ἀποδραμοῦσι τοῦ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν· «Μνήσθητε, οἱ μακρὰν τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν.» Γέγραφε δὲ καὶ ὁ πάνσοφος Παῦλος περὶ Χριστοῦ, ὅτι «Ἐλθὼν εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς.» Ἐπιστέλλει δὲ καὶ τοῖς ἐξ ἐθνῶν· «Διαμνημονεύετε ὑμεῖς τὰ ἔθνη, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης ἐν σαρκὶ περιτομῆς χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ ἀπηλλοτριωμένοι τῆς ἐλπίδος τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ, νῦν δὲ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ.» Οἱ γὰρ ὅλως Θεὸν οὐκ εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς, μακρὰν εἶναι λέγονται, καὶ εἰσὶ, κατὰ