Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1333
Not analysed yet
καὶ ὁ αὐτὸς ὑπάρχων Κύριός τε καὶ ἅγιος, καὶ δεδοξασμένος. Ἰστέον δὲ ὅτι νῆσοι καλοῦνται, καὶ πόλεις αἱ κύκλῳ, πολλὴν ἔχουσαι καὶ ἀοίκητον ἐρημίαν. Εἰ δὲ λέγοιντο καὶ αὐταὶ ὑπομεῖναι τὸν Κύριον, τουτέστιν, αὐτῷ δουλεῦσαι, συνήσεις, ὅτι καὶ οἱ τὰς ἀβάτους, καὶ ἐξωσμένας ἐρημίᾳ πολλῇ κατοικοῦντες χώρας, ἢ πόλεις ἥξουσι διὰ πίστεως, καὶ καρποφορήσουσι τῷ Χριστῷ χρυσὸν, καὶ ἄργυρον, καὶ οὐχὶ δή που πάντως τὴν ὕλην, ἀλλ' οἷον τὰ ἐν ἡμῖν τίμια, καὶ λαμπρὰ, καὶ τοῦ παντὸς ἄξια λόγου, πίστιν δηλονότι, καὶ τὴν ἐξ ἁπάσης ἀρετῆς φαιδρότητα· ξένια γὰρ ταῦτα Θεῷ, καὶ πνευματικῆς λατρείας ἀναθέματα λαμπρὰ, καὶ τεθαυμασμένα. Γέγραπται δὲ καὶ ἐν βίβλῳ Ψαλμῶν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι «Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι, βασιλεῖς Ἀράβων καὶ Σαββᾶ δῶρα προσοίσουσι. Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.» Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι. Ἐξαίσιον καὶ τοῦτο, καὶ θεοπρεποῦς δυνάμεως ἀποτέλεσμα. Τεύχη μὲν γὰρ καὶ περίβολοι σώζοντες τῆς Ἐκκλησίας τὰ τέκνα, νοηθεῖεν ἂν πίστις ὀρθὴ, καὶ ἀμώμητος, ἔργων τε φαιδρότης ἐξ ἁπάσης ἀρετῆς συλλέγουσα κάλλος, γνώσεως δὲ δογματικῆς, καὶ μέντοι καὶ ἠθικῶς [ἴσ. ἠθικῆς] εἶεν ἂν εἰσηγηταὶ, καὶ διδάσκαλοι τῶν θείων κηρυγμάτων ἱερουργοὶ πάντες ὅσοι ψήφῳ θείᾳ καλοῦνται πρὸς τοῦτο. Καὶ ἀπαρχὴ μὲν τούτων τῶν ἱερῶν κηρυγμάτων γεγόνασιν ἡμῖν οἱ θεσπέσιοι μαθηταὶ, πλεῖστοι δὲ μετ' ἐκείνους, οἱ τὸν παρ' αὐτῶν ἰχνηλατοῦντες λόγον, οὐκ ἐκ μόνων Ἰουδαίων, ἀλλὰ γὰρ καὶ ἐκ ταγμάτων Ἑλληνικῶν, οἳ καὶ τῆς ἐν κόσμῳ σοφίας ἐν καλῷ γεγονότες, καὶ εὐγλωττεῖν εἰδότες ἄριστοι γεγόνασι παιδευταὶ τὸν μὲν ἀκλινῆ τῆς πίστεως λόγον οἰκοδομοῦντες ἀστείως ἐν ταῖς τῶν μυσταγωγούντων ψυχαῖς, ἐνιέντες δὲ αὐτοῖς πολιτείας τὴν ἀξιάγαστον συνείδησιν. Οὐκοῦν ἀλλογενεῖς μὲν, ὅτι μὴ ἐξ αἵματος Ἰσραὴλ κατὰ σάρκα, πλὴν ἀρχιτέκτονες σοφοὶ, κατὰ τὸν θεσπέσιον Παῦλον, καὶ εὖ εἰδότες θεμελιοῦν ἐν ἡμῖν τὸν Χριστὸν, διὰ πίστεως δὲ δηλονότι, καὶ εἰσηγήσεως ἀγαθῶν. Τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι.» Τίνων δὲ οἱ βασιλεῖς; Ἦ δηλονότι τῶν ἀλλογενῶν. Βασιλεῖς δέ φησιν ἐν τούτοις, ἢ τοὺς ἄρχοντας καὶ ἡγουμένους λαῶν, οἳ παρεστήκασι τῇ Ἐκκλησίᾳ Χριστοῦ, δορυφοροῦντες ὥσπερ αὐτὴν, καὶ συνασπίζοντες τοῖς αὐτῆς τέκνοις, καὶ ἀποσοβοῦντες πᾶσαν ἔφοδον ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων, ἢ κατὰ ἀλήθειαν τοὺς ταῖς ἀνωτάτω τιμαῖς ἐστεφανωμένους, καὶ τὸ τῆς βασιλείας ἔχοντας σκῆπτρον, οἳ καὶ παρέστησαν τῇ Ἐκκλησίᾳ. Ἡ δὲ παράστασις ἐν τούτοις σημαίνει τὴν ὑπακοήν. Εἴκουσι γὰρ τοῖς θείοις, καὶ ἱεροῖς θεσπίσμασι, καὶ τὸ τῆς Ἐκκλησίας κήρυγμα παντὸς ἀξιοῦσι λόγου. Διὰ γὰρ ὀργὴν ἐπάταξά σε, καὶ δι' ἔλεον ἠγάπησά σε. Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντὸς, ἡμέρας καὶ νυκτὸς, καὶ οὐ συγκλει-