Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1336
Not analysed yet
σθήσονται εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς ἀγομένους. Τὰ γὰρ ἔθνη, καὶ οἱ βασιλεῖς οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημωθήσονται. Ἐπειδὴ γὰρ, φησὶ, πλείστοις τε ὅσοις καὶ ἀφορήτοις πλημμελήμασιν εὑρέθης ἔνοχος τὴν ἰσόῤῥοπον ὑπομεμένηκας δίκην. Ἦν γὰρ ἀνάγκη τοιαύτην οὖσαν ὑπομεῖναι τὰ ἐξ ὀργῆς. Ἐπειδὴ δέ σοι πάλιν ἐχρῆν ὡς ἐξ ἀγαθοῦ τε καὶ φιλοικτίρμονος Κυρίου καὶ Θεοῦ δοθῆναι τὸν ἔλεον, δέδοται, καὶ διώξω τὰ ἐξ ὀργῆς. Τί οὖν ὑπάρξει, τί δὲ δοθήσεται πεπαυμένων τῶν σκυθρωπῶν; «Ἀνεωχθήσονται, φησὶν, αἱ πύλαι σου διὰ παντὸς, ἡμέρας καὶ νυκτὸς, καὶ οὐ συγκλεισθήσονται.» Ἔοικεν ἐν τούτοις εἰρήνην αὐτοῖς ὑπισχνεῖσθαι, καὶ τὴν ἐντεῦθεν εὐδίαν. Αἱ μὲν γὰρ ἐν ὑποψίᾳ πολεμίων ἐμβολῆς οὖσαι πόλεις, οὐκ ἀεὶ τὰς πύλας ἀναπετασμένας ἔχουσιν, ἀλλ' ὡς ἐν καιρῷ καὶ χρείᾳ, καὶ ἐν ἡμέρᾳ μόλις, καὶ οὐ δίχα δειμάτων· αἱ δὲ εἰσάπαν ἀπηλλαγμέναι τοῦ προσδοκᾷν τι τοιοῦτο ὑπομεῖναι ἀνευρύνουσιν αὐτὰς τοῖς εἰσβάλλουσι, κἂν εἰ ἐν νυκτὶ τοῦτο δρῶσί τινες. Εἰ τοίνυν εἰρήνην αὐτοῖς ἐπαγγέλλεται Θεὸς, καὶ πλάτος εὐημερίας, ἤγουν ἀδιαλείπτως ἔσται τῶν πρὸς αὐτὴν ἰόντων ἡ συνδρομὴ, καὶ οἷον διηνεκὴς ἡ εἴσοδος, ἑλκομένων τρόπον τινὰ διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, ὥστε δοκεῖν ἀνανεῶχθαι τὰς πύλας, καὶ καιρὸν οὐκ εἶναί τινα, καθ' ὃν αὐτὰς κλείεσθαι πρέπει, καὶ οὐχὶ μόνοις τοῖς ἐν ὑφέσει βίου, καὶ ὑπὸ ζυγὰ βασιλείας, ἀλλὰ γὰρ καὶ αὐτοῖς τοῖς τὸ κατὰ πάντων ἔχουσι κράτος. Ἔξεστι δὲ διὰ πραγμάτων ἰδεῖν τῆς προφητείας τὴν δύναμιν κρατοῦσαν εἰς δεῦρο. Δέχεται γὰρ ἡ Ἐκκλησία κατὰ πάντα καιρὸν τοὺς πιστεύειν ἐθέλοντας, ἐκκλείει δὲ ὅλως οὐδενὶ τὴν εἰς τοῦτο σπουδήν· ἔξεστι δὲ τοῖς ἐθέλουσι παραποδίζοντος οὐδενὸς, καθ' ὃν ἂν βούλωνται καιρὸν, πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας ἄγεσθαι φῶς· ἄγει δὲ ἅπαντας Θεὸς καὶ Πατὴρ εἰς ἐπίγνωσιν τοῦ Υἱοῦ, δι' οὗ, καὶ ἐν ᾧ, καὶ μεθ' οὗ δοξάζεται. Καὶ τοῦτο αὐτὸς ἡμῖν καταμεμήνυκε, λέγων· «Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατήρ μου ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Ἐθνῶν δὲ δύναμιν εἰσαχθήσεσθαί φησιν, ἵνα μὴ μόνους ἐννοῇς, ὡς ἔφην, τοὺς ἐν σμικρότητί τε καὶ ἐν ὑφέσει, ἀλλὰ γὰρ καὶ αὐτοὺς τοὺς ἐν δυνάμει, καὶ δόξῃ τῇ κατὰ τόνδε τὸν βίον. Προσεπάγει δὲ ὅτι, «Καὶ ἔθνη, καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ ἐρημωθήσονται.» Οἱ γὰρ ἄπιστοι, καὶ ἀμυσταγώγητοι, καὶ τῆς διὰ Χριστοῦ σωτηρίας ἀμέτοχοι, κἂν εἴτε τινὲς εἶεν τῶν περιφανῶν, εἴτε τῶν ἀσημοτέρων, εἰς πέταυρον ᾅδου, καὶ εἰς παγῖδα θανάτου πεσοῦνται· ἐντεθνήξονται γὰρ ταῖς ἑαυτῶν ἁμαρτίαις, καὶ τὴν ἁπασῶν ἐσχάτην ὑπομενοῦσι δίκην. Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ, καὶ πεύκῃ, καὶ κέδρῳ, ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου. Ὄρος ἐστὶ τῆς Φοινίκης ὁ Λίβανος, κέδροις τε, καὶ κυπαρίσσοις, καὶ πεύκῃ κατάκομον, καὶ αὐτοῖς δὲ