Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1349
Not analysed yet
Χριστοῦ· οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. Ἔφη γοῦν αὐτός· «Ὁ λαλῶν πάρειμι.» —»Ἔσται δὲ, φησὶ, καὶ ὁ ὀλιγοστὸς εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα.» Νῦν μὲν γὰρ, τουτέστιν, ἐν τῷ αἰῶνι τούτῳ κέκρυπται τῶν ἀγίων ἡ δόξα, καὶ τό γε ἧκον εἰς ἀλαζονείας κοσμικὰς ἐλάχιστοί τινες εἶναι δοκοῦσιν οὐκ ἔχοντες δόξαν ἐμφανῆ. Ἐπιλάμψαντος δὲ πάλιν ἐξ οὐρανῶν τοῦ Χριστοῦ τὸ τηνικάδε, καὶ ὁ νομισθεὶς ἐλάχιστος εἶναι, καὶ ὀλιγοστὸς ἔσται εἰς ἔθνος μέγα. Καθηγήσεται γὰρ λαῶν, καὶ ἡγεμονεύσει πολλῶν, ἅτε δὴ τὸν εὐδόκιμον ἐν τῷδε τῷ βίῳ διανύσας δρόμον· καὶ τοῦτο ἔστιν ἰδεῖν ἐξ ὧν ἔφη Χριστός· τοῖς γὰρ ἀποστόλοις προσλαλῶν· «Ὅταν ὁ Υἱὸς τοῦ ἀνθρώπου καθίσῃ, φησὶν, ἐπὶ θρόνου δόξης αὐτοῦ, τότε καὶ ὑμεῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνων, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Ἀλλὰ γὰρ καὶ ἐν τῇ τῶν ταλάντων διανεμήσει εὑρίσκεται λέγων, «Ἔσο ἐπάνω δέκα φυλῶν·» ἑτέροις δὲ τὴν μείω δίδωσι μοίραν· «Ἔσο γὰρ, φησὶν, ἐπάνω πέντε πόλεων.» Ἰσοστατοῦσάν που πάντως ταῖς ἐπιεικείαις αὐτῶν τὴν ἀντιμισθίαν ὀρέγων, καὶ τὴν ἑκάστῳ πρέπουσαν ταλαντεύων τιμήν. Ἐπ' αὐτῷ δὴ οὖν τούτῳ χαίροντες οἱ ἅγιοί φασιν· «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» Τούς γε μὴν ἐλαχίστους νομισθέντας εἶναι κατὰ τὸν βίον, εἶτα γεγονότας εἰς χιλιάδας, καὶ εἰς ἔθνος μέγα. «Ἐγὼ, φησὶν, ὁ πάντων Κύριος, συνάξω κατὰ καιροὺς» τοὺς τῆς ἐξ οὐρανῶν ἐπιδημίας δηλονότι. Τότε γὰρ ἔσται τοῖς ἁγίοις ἡ παντὸς ἀπόλαυσις ἀγαθοῦ· οἳ καὶ ἁρπασθήσονται, καθά φησιν ὁ πάνσοφος Παῦλος, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, οὕτω τε πάντοτε σὺν Κυρίῳ ἐσόμεθα ταῖς ἀτελευτήτοις ἐντρυφῶντες τιμαῖς Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας. Ὁ ἐν τοῖς ἀνόπιν εἰπὼν περὶ τῶν ἐν πίστει κληθησομένων· «Ἐγὼ Κύριος κατὰ καιροὺς συνάξω αὐτοὺς,» ὡς ἐνεστηκότος ἤδη τοῦ καιροῦ, καθ' ὃν ἐπήγγελται συναγείρειν αὐτοὺς, καὶ ὡς ἤδη γενόμενος ἄνθρωπος, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, «Πνεῦμα Κυρίου, φησὶν, ἐπ' ἐμὲ,» καίτοι φύσει Θεὸς ὑπάρχων ὁ Μονογενὴς Ἅγιος ἁγίων ἐστὶ, καὶ πᾶσαν αὐτὸς ἁγιάζει τὴν κτίσιν, ἅτε δὴ καὶ ἐξ ἁγίου Πατρὸς πεφυκὼς, καὶ τὸ ἐξ αὐτοῦ προχεόμενον Πνεῦμα, καὶ ταῖς ἄνω δυνάμεσιν ἐνιεὶς, ὡς ἑαυτοῦ, καὶ προσέτι τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Πῶς οὖν ἡγιάζετο; Θεὸς γὰρ ὑπάρχων ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτὸς, δίδωσι μὲν θεϊκῶς τὸ πνεῦμα τῇ κτίσει, δέχεται δὲ αὐ-