Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1348
Not analysed yet
καὶ διὰ τῶν εὖ εἰδότων μυσταγωγεῖν, ἄσβεστον ἔσται, καὶ ἀκατάληκτον, καὶ ἀειφανὲς, ὥστε μήτε ἡλίου μήτε σελήνης ἐν χρείᾳ καθεστηκέναι τὸν ἑκάστου νοῦν πρὸς φωτισμὸν, ἢ ἀνάβλεψιν· οὐ γὰρ αἰσθητῷ φωτὶ καταλάμπεται νοῦς, ἀρκεῖται δὲ μᾶλλον τῇ διὰ τοῦ ἁγίου Πνεύματος φωταγωγίᾳ, καὶ φαιδρότητι πρὸς τὸ δύνασθαι καθορᾷν τὴν δόξαν Χριστοῦ, καὶ ὅσον ἂν ἔχοι πρὸς τὸν τεκόντα αὐτὸν τὴν ἐμφέρειαν, οὐσιωδῶς δὲ δηλονότι, ναὶ μὴν καὶ τῆς ἀρίστης ζωῆς ἀπλανῶς εἰδέναι τὴν ὁδόν. Γέγονε τοίνυν φῶς αἰώνιον ἡμῖν ὁ Σωτὴρ, καὶ τοῦτο ἡμῖν ἐναργὲς καθίστησι, λέγων· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» καὶ πάλιν· «Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου.» «Ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.» Καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου, καὶ ὁ λαός σου πᾶς δίκαιος, καὶ δι' αἰῶνος κληρονομήσουσι τὴν γῆν, φυλάσσων τὸ φύτευμα ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν. Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα. Ἐγὼ Κύριος κατὰ καιροὺς συνάξω αὐτούς. Οἱ τὸν τῆς συντελείας καιρὸν καταδηλοῦσθαι λέγοντες διὰ τοῦ μηκέτι τὸ ἡλιακὸν, ἤτοι τὸ σεληναῖον ἐνεργῆσαι φῶς, συσταλῆναι δὲ μᾶλλον, ἵν' ὁ Κύριος ἡμῶν φῶς αἰώνιον γένηται, φασὶν ὅτι τοῖς πενθοῦσι νῦν, οὓς δὴ καὶ παρακληθήσεσθαί φησιν ὁ Σωτὴρ, τέλος ἔσται τοῦ πενθεῖν κατ' ἐκεῖνό που τοῦ καιροῦ· πεπαύσονται γὰρ τοῦ ποιεῖν ἔτι, καὶ κατατρύχεσθαι, καὶ τῶν εἰς αἰῶνα τεύξονται γερῶν. Τοῦτο γὰρ, οἶμαι, τὸ παρακληθῆναί ἐστιν. Ἐπειδὴ δὲ πάλιν τῶν θεωρημάτων ἕπεσθαι χρὴ τοῖς ἀνόπιν, ἐκεῖνό φαμεν, ὅτι τοῖς μένουσιν ἐν πλημμελείαις τὸ κατηφὲς οἰκεῖον, καὶ ἁρμοδιώτατον. Προσδοκῶσι γὰρ οὐ τιμὰς καὶ στεφάνους, οὐ παράκλησιν τὴν παρὰ Θεοῦ, κόλασιν δὲ μᾶλλον, καὶ πῦρ, καὶ σκότος· οἵ γε μὴν ὄντες ἐν ἀγαθουργίαις τῇ ἐλπίδι χαίρουσι, καθά φησιν ὁ πάνσοφος Παῦλος· διαδέχεται γὰρ τὸ ἐπιεικὲς αὐτῶν ἡ εἰς ἀπεράντους αἰῶνας δόξα, καὶ τρυφή· πλὴν ὅταν ἐπιστρέψῃ πρὸς Κύριον, καὶ ὁ πλείσταις ὅσαις ἁμαρτίαις ἐνισχημένος, εἶτα δικαιωθῇ διὰ τῆς πίστεως, καὶ κομίσηται μὲν τῶν αἰτιαμάτων τὴν ἄφεσιν, προσδοκήσει δὲ λαβεῖν καὶ τὰς τοῖς ἁγίοις ηὐτρεπισμένας τιμάς. Τότε δὴ πεπαύσονται μὲν αἱ ἡμέραι τοῦ πένθους αὐτοῦ, καταλήξει δὲ ἱδρῶτος, καὶ κατηφείας, βεβαιοῖ δὲ ὥσπερ ταυτηνὶ τὴν διάνοιαν τὸ ἐφεξῆς κείμενον· «Ἔσται γὰρ, φησὶν, πᾶς ὁ λαός σου δίκαιος,» τουτέστι, δικαιωθήσεται πᾶς ὁ σοὶ ἑπόμενος λαός· ἔστι δὲ ὁ λόγος ὡς πρὸς τὴν Ἐκκλησίαν· δικαιοῖ δὲ Χριστὸς τὸν ἀσεβῆ χάριτι καὶ φιλανθρωπίᾳ, καὶ ἀνίησι παντὸς αἰτιάματος τοὺς ἁλόντας αὐτός. Τίς γὰρ ἔσται τῶν τοιούτων ὁ χορηγὸς, διαμεμήνυκεν, εἰπών· Φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν. Φύτευμα γάρ ἐσμεν τῶν φυτῶν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ ἔργον αὐτοῦ· ἀγριέλαιοι γὰρ ὄντες ἐνεκεντρίσθημεν εἰς καλλιέλαιον, μονονουχὶ καὶ αὐτουργοῦντος εἰς ἡμᾶς τοῦ