Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1353
Not analysed yet
δεκτὸς μὲν ἐνιαυτὸς, καθ' ὃν ἐσταυρώθη ὑπὲρ ἡμῶν Χριστός. Δεκτοὶ γὰρ τότε γεγόναμεν τῷ Θεῷ καὶ Πατρὶ, καὶ καρποφορηθέντες δι' αὐτοῦ, καὶ τοῦτο αὐτὸς ἡμᾶς ἐδίδαξεν, εἰπὼν, «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει.» Καὶ πάλιν, «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ γοῦν ἀνεβίω τριήμερος πατήσας τοῦ θανάτου τὸ κράτος. Εἶτα τοῖς ἁγίοις μαθηταῖς προσεφώνει, λέγων· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Δεκτὸς οὗν ἐνιαυτὸς ἐκεῖνός που πάντως, καθ' ὃν εἰσεδέχθημεν τὴν πρὸς αὐτὸν λαχόντες οἰκείωσιν, ἀπονιψάμενοι τὴν ἁμαρτίαν διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ τῆς θείας αὐτοῦ φύσεως γενόμενοι κοινωνοὶ διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος. Ἤγουν δεκτὸς ἐνιαυτὸς, καθ' ὃν πεφανέρωκε τὴν δόξαν αὐτοῦ διὰ τῆς ὑπὲρ λόγον θεοσημείας· ἐδεξάμεθα γὰρ ἀσμένως τὸν τῆς παρ' αὐτοῦ σωτηρίας καιρὸν, ὃν δὴ καὶ ὁ πάνσοφος Παῦλος καταμεμήνυκε λέγων· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.» ἡμέραν γε μὴν ἀνταποδόσεως εἶναί φαμεν οὐδὲν ἧττον αὐτὸν τὸν τῆς ἐπιδημίας καιρὸν, καθ' ὃν ἡ ἀνταπόδοσις δέδοται παρ' αὐτοῦ τοῖς πιστεύσασιν εἰς αὐτὸν διὰ τῆς ἐν ἐλπίσιν ἐπαγγελίας· οἷον δὲ δή τι φημί· Ἡ κατὰ τὸν Μωσέως νόμον πολιτεία ἐπαινουμένη πρόξενος ἦν τοῖς ἀμωμήτως αὐτὴν ἐθέλουσι κατορθοῦν τῆς ἐνταῦθα εὐπραγίας, ὑπόσχεσιν δὲ γερῶν τῶν εἰς τὸ μέλλον οὐκ εἶχε. Μόνης δὲ τάχα που τῆς κατὰ τόνδε τὸν βίον εὐημερίας ἐποιεῖτο μνήμην· ἐκέλευε μὲν γὰρ ἀπέχεσθαι πλημμελημάτων, ἐπιφωνῶν, ἵνα «Μὴ ἀποθάνης ἐν οὐ καιρῷ σου.» Ἐπεφώνει δὲ καὶ τέκνοις· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.» Ἐπηγγέλλετο δὲ καὶ καρπῶν ἀφθονίαν, ἔσθ' ὅτε, καὶ πολέμου παῦλαν, καὶ εἰρήνης πλάτος, καὶ τὴν ἐπ' αὐτῆς εὐθυμίαν. Ἔφη γοῦν διὰ φωνῆς Ζαχαρίου· «Κατακάρπως κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν τῶν ἐν αὐτῇ, καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Καὶ πάλιν· «Ἔτι καθίσονται πρεσβύτεροι ἐν ταῖς πλατείαις Ἱερουσαλήμ. Ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἐν τῇ χειρὶ ἔχων ἀπὸ πλήθους ἡμερῶν, καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς.» Προσκαίρων οὖν ἄρα γερῶν ἀπόλαυσιν ὁ διὰ Μωσέως νόμος ὑπισχνεῖτο τοῖς πάλαι· τὸ δὲ θεῖον καὶ σωτήριον κήρυγμα τὰς εἰς τὸ μέλλον ἀνταποδόσεις· «Μακάριοι γὰρ, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·» καὶ τοὺς ἐφεξῆς κειμένους μακαρισμοὺς εἴ τις ἕλοιτο πολυπραγμονεῖν ἀνταποδόσει ἐπηγγελμένας, λαμπρὰς καὶ μεγάλας εὑρήσει παρὰ