Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1356
Not analysed yet
Θεοῦ. Εἰ δὲ δή τις βούλοιτο καὶ καθ' ἕτερον τρόπον τὴν ἀνταπόδοσιν τὴν γεγενημένην παρὰ Χριστοῦ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οὐκ ἂν ἔξω βάλοι σκοποῦ. Πάλαι μὲν γὰρ κατηλαζονεύετο τῶν ἐπὶ τῆς γῆς ὁ παμβέβηλος Σατανᾶς· πεπλεονέκτηκε γὰρ τὴν ὑπ' οὐρανὸν ἀποβουκολήσας αὐτὴν τῆς ἀληθοῦ; γνώσεως τῆς ἐπί γέ φημι τῷ κατὰ φύσιν Θεῷ, τέλμασι δὲ ὥσπερ τοῖς τῆς ἁμαρτίας ἐμβαλὼν, ἑαυτοῦ τε καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν ἀπέφηνε προσκυνητάς. Ἔφασκε γοῦν, ὅτι «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι·» ἀλλ' ἥλω κενὰς ἔχων ἐπ' αὐτῷ δὴ τούτῳ καὶ τὰς ἐλπίδας. Ἀντεγήγερται γὰρ, καὶ ἀντείρηκεν ὑπὲρ ἡμῶν ὁ Χριστὸς, εἰσεπράξατο δὲ καὶ δίκας αὐτὸν τῆς καθ' ἡμῶν ἀσεβείας, καθεῖλε γὰρ αὐτοῦ πᾶσαν ἰσχὺν, ἐκβέβληται τῆς καθ' ἡμῶν τυραννίδος, «Καὶ σειραῖς ζόφου ταρταρώσας,» κατὰ τὸ γεγραμμένον, «παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας κολασθησομένους τηρεῖν» αὐτόν τε καὶ τοὺς ἑτέρους, οἳ συναποστάται γεγόνασιν αὐτῷ. Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ ὡς ἐκ προσώπου τῶν λελυτρωμένων, καί φησιν· «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Εὐφρανθήσομαι, καὶ ἀγαλλιάσομαι ἐν σοί. Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε, ὅτι ἐποίησας τὴν κρίσιν μου, καὶ τὴν δίκην μου. Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην· ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· «Ναὶ μὴν καὶ ἑτέρωθί που πάλιν φησὶ περὶ αὐτοῦ ὧδε. «Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι' αὐτήν.» Ἔφη δὲ καὶ αὐτὸς ὁ Σωτήρ· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.» Καιρὸς οὖν ἀνταποδόσεως, καὶ κατὰ τοῦτον τὸν τρόπον, καθ' ὃν ἐπέλαμψε τῷ κόσμῳ Χριστός· ἐληλυθέναι δέ φησιν, ὥστε παρακαλέσαι πάντας τοὺς πενθοῦντας Σιὼν, δοῦναι αὐτοῖς δόξαν ἀντὶ σποδοῦ, καὶ ἄλειμμα εὐφροσύνης, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας. Γεγόνασι μὲν γὰρ κατὰ καιροὺς παρὰ τοῖς Ἰουδαίοις ἄνδρες ἅγιοι, καὶ νομομαθεῖς, καὶ προφητικῶν κηρυγμάτων ἐρευνηταὶ, καὶ ἐπιστήμονες. Οὗτοι θεωροῦντες τοὺς ἐξ αἵματος Ἰσραὴλ τῆς διὰ Μωσέως ἐντολῆς ὀλίγα πεφροντικότας, τραπομένους δὲ μᾶλλον εἰς τὸ αὐτοῖς δοκοῦν, καὶ διδάσκοντας μὲν διδασκαλίαν ἐντάλματα ἀνθρώπων, ἐκνομωτάτην δὲ καὶ φιλαμαρτήμονα διαβιοῦντας ζωὴν, τὴν ἁγίοις πρέπουσαν ἐπ' αὐτοῖς ἐδέχοντο λύπην. Προσεδόκουν δὲ τὴν διὰ Χριστοῦ λύτρωσιν. Οὐ γὰρ ἠγνόησαν ὄντες πνευματοφόροι τὸν δικαιοῦντα πίστει τὸν ἀσεβῆ, καὶ ἀμνησικάκῳ χάριτι διασμήχοντα τοὺς μεμολυσμένους. Καὶ γοῦν ὁ μὲν δίκαιος Συμεὼν βρέφος ὄντα Χριστὸν ἐν ἀγκάλαις λαβὼν προσηύχετο λέγων· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ