Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1368
Not analysed yet
σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς.» Οὐκοῦν νυμφίῳ καὶ νύμφῃ τοὺς ἁγίους παρεικαστέον, διάτοι τὸ εὐσθενὲς, καὶ πρός γε τούτῳ τὸ καρπογόνον· πλὴν ἐκεῖνο ἄθρει, πανταχοῦ γὰρ αὐτοῖς ἔνεστι τὰ ὡς ἐν κάλλει διαπρέπειν. Σώζεται δὲ τοῦτο παρ' αὐτοῖς, καὶ ἐν τῷ καρπογονεῖν τὰ ἐξαίρετα τῶν ἀνδραγαθημάτων, καὶ ἐν τῷ κατανδρίζεσθαι παθῶν. Ὅτι δὲ τοῖς ἔθνεσιν ἐπιλάμψαντος τοῦ Χριστοῦ δικαιοσύνην, καὶ ἀγαλλίαμα, καθάπερ τις εὐανθὴς πόα στεφανοῖ τὴν ὑπ' οὐρανὸν, διέδειξεν εἰπών· «Ὡς γῆν αὐξάνουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπον τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.» Ἔοικε δὲ διὰ τούτων τὸ ἀνίσχον, ἤγουν ἀνατέλλον, σπέρμα τε καὶ ἄνθος ἐναντίον τῶν ἐθνῶν, αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὀνομάζειν. Ἔφη γὰρ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· «Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων·» ἤγουν τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, καὶ τὴν αὐτοῦ δικαίωσιν προφερεστέραν οὖσαν τῆς κατὰ τὸν νόμον, ἢ πάντη τε καὶ πάντως τὸ χαίρειν ἀκολουθεῖ, ὅ ἐστιν ἀγαλλίαμα. Τοῖς γὰρ ὅλως κατωρθωκόσιν αὐτὴν τὸ ἐν θυμηδίαις εἶναι μακραῖς νεμηθήσεται παρὰ Θεοῦ. Ἀκούσονται γὰρ λέγοντος τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου·» ἀγαλλίαμα δὲ τὸ σωτήριον κήρυγμα, καὶ καθ' ἕτερον τρόπον νοηθείη ἄν. Ὁ μὲν γὰρ νόμος ἦν κολαστὴς, καὶ πολὺ τὸ κατηφὲς ἔχων· ἀθετήσας γάρ τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει, ζωὴν δὲ καὶ γερῶν ὑπόσχεσιν, καὶ ἀληθινὴν ἐλπίδα τῶν ὑπὲρ νοῦν ἀγαθῶν τὸ εὐαγγελικὸν ἡμῖν εἰσκομίζει θέσπισμα. Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται, καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτὸ, καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Σιὼν ἐν τούτοις τὴν Ἐκκλησίαν ἀποκαλεῖ ἧς γεγόνασιν ἀπ' ἀρχῆς καὶ τέκνα πρωτόγονα οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ δι' αὐτῶν κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ πρό γε τῶν ἄλλων οἱ ἐξ αἵματος Ἰσραήλ. Σέσωσται γὰρ τὸ κατάλειμμα, καὶ πλεῖστοι λίαν οἱ ἀπ' αὐτῶν πιστεύσαντες. Οὐκοῦν οὐκ ἀνήσω, φησὶ, τουτέστιν, οὐκ ἂν καταπαύσαιμι τοῦ χρῆναι πρὸς πέρας ἐξενεγκεῖν ἅπερ ἐπήγγελμαι τῇ Σιών. Ὑπέσχετο δὲ ὁ Θεὸς καὶ Πατὴρ τὴν διὰ Χριστοῦ σωτηρίαν Ἰουδαίοις τε καὶ Ἕλλησιν, εἴπερ «Εἷς ὁ Θεὸς.» καθά φησιν ὁ πάνσοφος Παῦλος, «ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. Οὐ γὰρ Ἰουδαίων μόνον ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν.» Οὐκοῦν οὐκ ἀνήσω, φησὶν, ἕως ἃν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου. Τὸ δὲ σωτήριόν