Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1365
Not analysed yet
λῆς ἄγαν ἀγαθουργίας, καὶ τῆς κατ' εὐσέβειαν ζωῆς, γνωριμώτατοι πᾶσίν εἰσιν, ὅτι καὶ ἁγίων ἔκγονα γεγόνασι κατὰ μαθητείαν, ὡς ἔφην, «Καὶ ὅτι σπέρμα εἰσὶν εὐλογημένον ὑπὸ Θεοῦ,» οἷον τὰ τῶν ἁγίων μοναστῶν συστήματα, περὶ ὧν φησιν ὁ Παῦλος· «Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις,» οἱ τὸν ἐπιεικῆ καὶ φιλόπονον διαζῶντες βίον· τῶν ἐν παρθενίᾳ τὰ στίφη, καὶ χοροὶ γέμοντες εὐλογίας Θεοῦ, οὗτοι σπέρμα εἰσὶν εὐλογημένον ὑπὸ Θεοῦ, οὗτοι χαίρουσι, καὶ εὐφραίνονται ἐπὶ Κύριον· οὐ γὰρ ἐφήδονται πράγμασι κοσμικοῖς, ἐμπίμπλασι δὲ μᾶλλον τὰς ἑαυτῶν καρδίας ἀγάπης τῆς εἰς Χριστὸν, σωτήριον δὲ τὸ χρῆμά ἐστι, καὶ θυμηδίας ἁπάσης ἐμποιητικόν. Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπον τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Φιλότιμον ἐπ' αὐτοῖς ἁπλώσας τὴν χεῖρα, πλείστοις τε ὅσοις καὶ ἀξιοκτήτοις χαρίσμασι στεφανώσειν εἰπών· «Πᾶς γὰρ ὁ ὁρῶν, φησὶν, αὐτοὺς ἐπιγνώσεται, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ,» εἶτα προσεπενεγκὼν ὅτι «Καὶ εὐφρανθήσονται ἐπὶ Κύριον,» δίδωσιν εὐθὺς τὴν εὐφροσύνην αὐτοῖς. Ταύτῃτοι καὶ μάλα εἰκότως τὸ τῆς Ἐκκλησίας εἰσεκομίσθη πρόσωπον ἐκ περιχαρείας τῆς ἄγαν ἀναφωνοῦν, «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης.» Χιτῶνα εὐφροσύνης τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν φησι. Γράφει γοῦν καὶ ὁ πάνσοφος Παῦλος τοῖς εἰς αὐτὸν πιστεύσασιν· «Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Οἵ γε μὴν ἀμφίου δίκην ἐσχηκότες αὐτὸν πρὸς τῇ σωτηρίᾳ κερδαίνουσι τὸ εὐημερεῖν, καὶ τὸ ἐν εὐφροσύναις εἶναι μακραῖς. Ἔφη γοῦν αὐτὸς ὁ Σωτήρ· «Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν.» Οὐ γὰρ σώζει μόνον, ὡς ἔφην, ἀλλὰ γὰρ καὶ ἀτελευτήτῳ κατευφραίνει χαρᾷ· καὶ τοῦτό ἐστι τὸ περιττὸν προστεθησόμενον ἡ τοῖς ἁγίοις ζωή. Χριστὸς οὖν ἄρα τὸ ἐξ οὐρανοῦ, καὶ ἄνωθεν ἄμφιον ὁ τῆς ἀφθαρσίας χιτὼν, ὃν εἴ τις λάβοι στεφανωθήσεται κόσμῳ παντὶ, νοητῷ δηλονότι, καὶ τοῖς ἐξ ἀγαθουργίας αὐχήμασιν. Ἔσται γὰρ ὡς νυμφίος, ὡς μίτραν διεζωσμένος, καὶ ὡς νύμφη κόσμῳ παντὶ διαπρέπουσα. Εἰσὶ γὰρ, εἰσὶν οἱ ἐν Χριστῷ δεινοὶ μὲν, καὶ ἀλκιμώτατοι, πρός γε τὸ δεῖν ἀνδρίζεσθαι νοητῶς, καταπλουτοῦσι δὲ λίαν καὶ τὸ εὐπρεπὲς εἰς ἅπαν εἶδος ἀρετῆς. Ἐοίκασι δὲ καὶ νύμφαις διὰ τὸ καρπογόνον μετὰ τοῦ ποικίλον ἔχειν ὡς ἐν ἀρετῶν φαιδρότητι κάλλος. Ἔφη γοῦν τις τῶν ἁγίων προφητῶν, ἐγκάρπους ὄντας ἀποδεικνὺς τοὺς τὸν εὐαγῆ κατορθοῦντας βίον· «Διὸ τὸν φόβον