Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1372
Not analysed yet
Διαδιδάσκει πάλιν, ὅτι τῆς ἀρχαίας ἀποστροφῆς, ἧς πεποίηται πολλάκις ἐπὶ τῇ τῶν Ἰουδαίων Συναγωγῇ, καταλήξει λοιπὸν, καὶ πεπαύσεται τῆς ὀργῆς, θελητὴν δὲ ποιήσεται, καὶ προσέτι τούτῳ καὶ ἔγκαρπον, καὶ τῷ πλήθει τῶν πεπιστευκότων στεφανουμένην ἀποφανεῖ. Ἀθετήσασα μὲν γὰρ ἡ Σιὼν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, δέδοται πρὸς ἐρήμωσιν, καὶ ἡ τῶν ἀπιστησάντων διόλωλε πληθύς. Ἐπειδὴ δὲ παρεδέξατο τὴν πίστιν τὸ κατάλειμμα, εἶτα κέκληται πρὸς αὐτῷ τῶν ἐθνῶν ἡ πληθὺς, καὶ εἰς ἕνα λαὸν ἐκτίσθησαν οἱ δύο, μία τε λοιπὸν ἐξ ἀμφοῖν κεχρημάτικεν Ἐκκλησία, χαρίζεται Θεὸς αὐτῇ τὸ κατὰ μηδένα τρόπον τοῖς ἀρχαίοις ἁλῶναι κακοῖς, μήτε μὴν κληθήσεσθε [al. αι] καταλελειμμένην, ἢ ἔρημον, ἀλλ' ὅτι μᾶλλον θελητὴ γενήσεται αὐτῷ, καὶ ἔρημος μὲν οὐκέτι, κατοικουμένη δὲ μᾶλλον κληθήσεται. Ὁρῶμεν δὲ τοῦτο διὰ πραγμάτων αὐτῶν εἰς πέρας ἐκβεβηκός. Ἐν εὐδίᾳ γὰρ καὶ γαλήνῃ τὰς ἁπανταχοῦ κειμένας Ἐκκλησίας ὁρῶμεν, καὶ εἰς πληθὺν ἀεὶ τὴν ἐπέκεινα μέτρου τοὺς πιστεύοντας ἐκτεινομένους, καὶ εὐδοκοῦντα Θεὸν ἐπ' αὐτοῖς. Διωγμοὶ μὲν γὰρ κεκίνηνται κατὰ καιροὺς, ἀλλ' οὐκ ἐν χρόνῳ μακρῷ, συνεσταλμένοι δὲ, καὶ γυμνάσαντες μᾶλλον ἁγίους, ἢ ἀδικήσαντες· εὐδόκιμοι γὰρ γεγόνασι διὰ καρτερίας, καὶ ὑπομονῆς, τὸν τῆς εἰς Χριστὸν γνησιότητος ἀράμενοι στέφανον, καὶ τὴν τοῦ μαρτυρίου δόξαν καταπλουτήσαντες. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτως κατοικήσουσιν οἱ υἱοί σου μετὰ σοῦ, καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται ἐπὶ σοὶ Κύριος. Εἶτα πρὸς τὴν Ἐκκλησίαν ποιεῖται τοὺς λόγους ὡς ἀπό γε τῶν Ἰουδαϊκῶν ταγμάτων συστᾶσαν ἐν ἀρχαῖς. Ταύτης γεγόνασιν υἱοὶ κατὰ σάρκα οἱ θεσπέσιοι μαθηταὶ, ἀλλ' ἦσαν ἐν αὐτῇ προὔχοντες μὲν τῶν ἄλλων, καὶ ἡγεμονεύοντες, ὡς ἐν ἀξιώμασιν ὄντες ἀποστολικοῖς, πλὴν τὴν εἰς ἄκρον αὐτῇ σώζοντες ἀγάπην καὶ διάθεσιν, ὥστε καὶ δοκεῖν τοιαύτην εἶναι τὴν ἐπ' αὐτῇ γενομένην φιλοστοργίαν, οἷά περ ἂν πρέποι νεανίσκῳ συνῳκηκότι παρθένῳ, τουτέστι τῇ ἐκ παρθενίας αὐτῷ συνημμένῃ· φασὶ δὲ εἰς λῆξιν ἁπάσης ἐλάσαι φιλοστοργίας τοὺς ἐπὶ τῷ τοιῷδε δεσμῷ μονονουχὶ κατεσφιγμένους. Καὶ γοῦν ὁ πάνσοφος Παῦλος· «Λύπη μοι,» φησὶν, «ἔστι καὶ ὀδύνη ἀδιάλειπτος ἐν τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται.» Ηὔχετο δὲ καὶ ἀνάθεμα γενέσθαι ὑπὲρ αὐτῶν, πλὴν ὅτι πολὺς τῶν πραγμάτων ὁ καινισμὸς διὰ τῆς προκειμένης ἡμῖν προφητείας σημαίνεται, καὶ ἀξιοθαύμαστος ἡ μεταβολή· ἡ γὰρ ἀρχαία Συναγωγὴ, καὶ τρόπον τινὰ πεπολιωμένη [al. πεπαλαιωμένη], διὰ τὸν χρόνον νεάνιδι παρεικάζεται· «Κατοικήσουσι γὰρ ὡς μετὰ παρθένου,» φησὶν, «οἱ υἱοί σου·» Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Ἀνακαινισθήσεται, ὡς ἀετοῦ ἡ νεότης σου,» κατῳκήκασί γε μὴν ἐν αὐτῇ χειραγωγοῦντες ὡς τροφὸν, παρακαλοῦντες ὡς μητέρα, τῶν ἐν σκιαῖς καὶ τύποις ἀποκομίζοντες, ἀναβιβάζοντές τε σοφῶς πρός γε τὸ δεῖν τῆς ἀνονήτου σκιᾶς ἀνθελέσθαι τὴν ἀλή-