Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1373
Not analysed yet
θειαν· ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Δαβὶδ πρὸς αὐτήν· «Ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί.» Οἱ γὰρ αὐτῆς ὄντες υἱοὶ κατὰ σάρκα γεγόνασιν αὐτῆς πατέρες, ἀρχὴ τῶν νέων αὐτῆς ὄντες τέκνων, τῶν διὰ πίστεως δηλονότι κεκλημένων εἰς ἐπίγνωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· τούτων δὲ οὕτως ἐχόντων, φησίν· «Οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοὶ, καθάπερ ἀμέλει καὶ νυμφίος ἐπὶ νύμφῃ.» Καθίκετο γὰρ ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα ἔγκαρπον ἀποφήνῃ τὴν Ἐκκλησίαν, ἣν αὐτὸς ἑαυτῷ παρέστησε παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Δεξαμένη τοίνυν παρ' αὐτοῦ εὐαγγελικῆς πολιτείας τὰ σπέρματα, κεκυοφόρηκέ τε καὶ τέτοκεν, οὐκ ἔτι τὴν δι' αἱμάτων καὶ καπνῶν λατρείαν, ἐκείνην δὲ μᾶλλον, ᾗ δὴ μάλιστα τὸ τῆς ἀληθείας ἐντετόρνευται κάλλος. Ταύτῃτοι καὶ μάλα εἰκότως εὐφραίνεται μετατιθεμένους ὁρῶν τοὺς τοῦ νόμου τύπους εἰς ἀλήθειαν εὐαγγελικὴν, καὶ πνευματικαῖς θυσίαις, καὶ ἁγιοπρεπέσιν ἀληθῶς κατορθώμασιν τὴν νύμφην ἐκλάμπουσαν. Καὶ ἐπὶ τῶν τειχέων σου, Ἱερουσαλὴμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν, καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι Κυρίου. Οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος. Ὡς πρὸς πόλιν διαλέγεται λαμπρὰν, καὶ συνῳκισμένην· ἀεὶ δέ πως τὰς τῶν πόλεων διαφανεστέρας πλεῖστοί τε ὅσοι καὶ νηφάλιοι περιέπουσι φύλακες, μὴ ἄρα τις ἀδοκήτως τῶν πολεμίων ἐμβάλῃ· οὕτω καὶ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἀφράστῳ δυνάμει καὶ ταῖς τῶν ἀγγέλων ἐπικουρίαις πυργώσας τὴν Ἐκκλησίαν κεχειροτόνηκεν αὐτῇ φύλακας σοφοὺς καὶ ἐγρηγορότας, καὶ ἀκατεύναστον ἔχοντας ἐπ' αὐτῇ τὴν φροντίδα, τοὺς ἁγίους δηλονότι μυσταγωγοὺς, οἳ κατ' οὐδένα τρόπον καταλήγουσι τοῦ διαμεμνῆσθαι τῆς δόξης αὐτοῦ, καὶ τῶν θαυμασίων αὐτοῦ, καθὰ γέγραπται. Κατειθίσμεθα γὰρ ἐν ἐκκλησίαις τοῖς ὑπὸ χεῖρα λαοῖς διακηρύττειν ἀεὶ τὰς τοῦ Σωτῆρος μεγαλουργίας, καὶ τῆς θεοπρεποῦς ὑπεροχῆς τὴν ἔνδειξιν, ἵνα κἀντεῦθεν ἀσφαλῆ καὶ ἀκράδαντον ἔχωσι περὶ αὐτοῦ τὴν πίστιν. Ἢ τάχα που μνησθήσεσθαί φησι τοῦ Κυρίου τοὺς φύλακας ἐπιφωνοῦντάς τε καὶ λέγοντας, ὅτι «Οὐκ ἔστιν ὑμῖν ὅμοιος.» Οὐ γάρ ἐστι καθ' ἡμᾶς, ἀλλ' ὅσον ὑπερνήχεται τὰ ἀνθρώπινα τῇ τῆς εὐκλείας ὑπεροχῇ, καὶ τῇ τῆς θεότητος δόξῃ, τοσοῦτο νικᾷ καὶ κατά γε τὸ εἶναι χρηστὸς καὶ φιλάνθρωπος. Ὡς γὰρ ὁ Ψάλλων φησίν· «Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.» Σέσωκε γὰρ ὄντας ἁμαρτωλοὺς, καὶ προσηγάγετο φιλανθρώπως οὐκ ὄντας ἀξίους τοῦ σώζεσθαι. Ἔφη τι τοιοῦτον καὶ δι' ἑτέρου προφήτου· «Τί σοι ποιήσω, Ἐφραΐμ; Τί σοι ποιήσω, Ἰούδα; ὡς ἀδάμαντα θήσομαί σε, καὶ ὡς Σεβωῒμ μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου· οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆ-