Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1440.1
Not analysed yet
πρὸς αὐτὴν καὶ ἐν τῇ τῶν Ἀσμάτων, ὅτι «Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.» Πρώτη δὲ πάντως τοῖς τὴν πίστιν προσιεμένοις τὴν εἰς τὸν Θεὸν ἡμῶν Ἰησοῦν τὸν Χριστὸν νηπιοπρεπὴς προσάγεται τροφὴ, τουτέστιν, ὁ τρυφερὸς καὶ ἁπλοῦς τῆς κατηχήσεως λόγος· οὕτω γάρ που καὶ ὁ Παῦλος προσπεφώνηκέ τισιν, εἰπών· «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε.» Ὅτι δὲ οὐκ ἀεὶ νηπίους τε εἶναι καὶ ὁρᾶσθαι πρέπει, τοὺς οἵπερ ἂν ὅλως τὸν τῆς κατηχήσεως ἐκπίνουσι λόγον, χρῆναι δὲ μᾶλλον ἀναφοιτᾷν, καὶ εἰς ἄνδρα τέλειον, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα τὸν ἀκριβῆ καὶ ἐξητασμένον ἐπ' αὐτῷ λόγον συνιέναι δύνωνται λοιπὸν, ἐδίδαξε προστιθείς· «Ἵνα ἐκθηλάσαντες τρυφήσητε, ἀπὸ εἰσόδου δόξης αὐτῆς.» Τὸ ἐκθηλάσαντες δέ φησιν, ἀντὶ τοῦ, μαστῶν ἔξω καὶ θηλῆς γεγονότες, ἤγουν ἀπογεγαλακτισμένοι, τουτέστιν, οὐκ ἔτι μένοντες νήπιοι, τελοῦντες δὲ ὥσπερ ἐν ἐφήβοις ἤδη καὶ ἀνδράσι, καὶ τῆς στερεᾶς ἐφιέμενοι τροφῆς, ἐντρυφύσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς· καὶ δόξαν μὲν ὀνομάζει Χριστὸν (οὕτω γάρ που καὶ ὁ Ψάλλων φησὶ περὶ αὐτοῦ, «Τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν»)· εἴσοδον δὲ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· Θεὸς ὣν φύσει γέγονεν ἄνθρωπος, καὶ οἷον εἰσβέβηκεν εἰς τόνδε τὸν κόσμον διὰ τὴν σάρκωσιν. Ἐντρυφῶσι τοίνυν οἱ τὸν ἀκριβῆ τῆς περὶ αὐτοῦ πίστεως εἰδότες [al. δόντες] λόγον, καὶ τίνα τρόπον εἰσβέβηκεν εἰς τὴν οἰκουμένην ἡ δόξα, τουτέστι Χριστὸς, μανθάνοντες· διὰ τοῦτο καὶ ὁ θεσπέσιος προφήτης εὐθὺς, καὶ παρεζευγμένως, τὴν ἐμφάνειαν αὐτοῦ τὴν μετὰ σαρκὸς καθίστησιν ἐναργῆ· ἵστησι γὰρ τὸ αὐτοῦ πρόσωπον λέγοντος, ὅτι «Ἰδοὺ ἐκκλίνω ἐπ' αὐτοὺς, ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Ποταμὸς μὲν οὖν εἰρήνης, καὶ χειμάῤῥους τρυφῆς, ὁ Χριστὸς (οὕτω γὰρ αὐτὸν καὶ ὁ θεσπέσιος Δαβὶδ ὀνομάζει λέγων· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ Θεός. οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων, ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι· μεθυσθήσονται ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.» Καὶ πάλιν· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ»)· ἐκκέκλικε δὲ, καὶ οἷον ἀμφιλαφεστάτοις νάμασιν ἐπέκλυσε τῶν ἐθνῶν τὴν δόξαν, τουτέστι, τὸ τίμιον τῶν ἐθνῶν, ἤτοι τὸ δεδοξασμένον ἅπαν. Οὐ γὰρ πάντες πεπιστεύκασιν, οὔτε μὴν ἐδοξάσθησαν, ἀλλ' ὡς ὁ Παῦλός φησι περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, «Οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδόξασε.» Τό γε μὴν, «Ἐκκλίνω[ν],» λέγων, δίδωσι τοιοῦτον ἐννοεῖν· Ἡ μὲν γὰρ ὁδὸς αὐτῷ καὶ πορεία, κατὰ πρόθεσιν καὶ εὐδοκίαν τοῦ Πατρὸς πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ· ἔφη γοῦν ὅτι «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Ἐπειδὴ δὲ ἀπεώσαντο τὴν πίστιν, ἐξέκλινεν ἀπ' αὐτῶν καθὰ γέγραπται, καὶ ταῖς τῶν ἐθνῶν ἀγέλαις τὴν ἐκ τῶν ἱερῶν ναμάτων παράκλησιν ἐχαρίσατο, τουτέστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, δι' οὗ τὴν πρὸς αὐτὸν εἰρήνην κεκερδήκασι, καὶ δι' αὐτοῦ συνήφθησαν κατ' οἰκειότητα τὴν πνευματικὴν τῷ Θεῷ καὶ Πατρί.