Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1437
Not analysed yet
ἔθνος ὅλον ἐτέχθη πώποτε; ἀλλ' οὕτω, φησὶν, «Ἡ Σιὼν ἔτεκε τὰ παιδία αὐτῆς.» Τὸ γὰρ ἐν ἡμέρᾳ μιᾷ τρεῖς χιλιάδας προστεθεῖναι ψυχὰς, καὶ πνευματικὴν ἀναγέννησιν ὑπομεῖναι διὰ τῆς πίστεως καὶ τοῦ ἁγίου βαπτίσματος, πῶς οὐκ ἐναργῶς εἵη ἂν ἔθνους ὁλοκλήρου κύησις καὶ ἀπότεξις; Ἀλλ', «Ἐγὼ, φησὶ, δέδωκα τὴν προσδοκίαν ταύτην.» Προείρηται γὰρ καὶ τοῦτο διὰ φωνῆς ἁγίων προφητῶν, καὶ προεπήγγελται Θεὸς αὐτῇ τὴν πολυπαιδίαν· «Πλὴν οὐκ ἐμνήσθη μου, φησὶ Κύριος, καίτοι στεῖραν καὶ γεννῶσαν ἐγὼ πεποίηκα.» Ὁ δὲ τούτων ἔχων τὴν ἐξουσίαν, πῶς ἂν ἄπαιδα γενέσθαι συνεχώρησεν αὐτὴν, εἴπερ ἠθέλησε, τὴν εἰς αὐτὸν πίστιν προσηκαμένη, πολύπαις τε καὶ εὔπαις ὀφθῆναι τοῖς ἀνὰ πᾶσαν τὴν γῆν; ἐπειδὴ δὲ γέγονεν ἀπειθὴς, σκληρὰ, καὶ δυσάγωγος, ἐστειρώθη μὲν αὕτη, γεγέννηκε δὲ ἡ τῶν ἐθνῶν χώρα τὸν ἀριθμοῦ κρείττονα καὶ ἐπέκεινα λαόν· καὶ αὐτὸ δὴ τουτὶ διδάσκει λέγων ὁ θεσπέσιος προφήτης Ἡσαΐας, ὡς πρός γε τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Εὐφράνθητι Ἱερουσαλὴμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν. Χάρητε χαρᾷ πάντες ὅσοι πενθεῖτε ἐπ' αὐτῆς, ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. Ὅτι τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν. Χαίρειν ἐπιτάττει τῇ νέᾳ καὶ νοητῇ Σιὼν, ἤγουν Ἱερουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, ἣν αὐτὸς ἑαυτῷ παρέστησεν ὁ Χριστὸς ἄσπιλον καὶ ἄμωμον, ἔκ τε τῶν Ἰουδαϊκῶν ταγμάτων, καὶ ἐκ τῆς τῶν ἐθνῶν ἀγέλης. Συνῆψε γὰρ τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξας τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Πρέποι δ' ἂν τὸ χαίρειν αὐτῇ· μεμέστωται γὰρ ἐλπίδων τῶν ὑπὲρ νοῦν καὶ λόγον. «Οὐ γὰρ εἶδεν ὀφθαλμὸς, φησὶ, καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν·» ἡσθῆναί γε μὴν προστέταχε τούς τε ὄντας ἐν αὐτῇ καὶ ἀγαπῶντας αὐτήν· εἶεν δ' ἂν οὗτοι πάλιν οἱ ἀνέχοντες ὥσπερ αὐτὴν, καὶ ταῖς ἀμωμήτοις διδασκαλίαις πολυτρόπως στηρίζοντες, καὶ ὅσοι πενθοῦσιν ἐπ' αὐτῆς, κατά γε τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν· «Μακάριοι, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.» Τὸ δέ γε πένθος ἐν τούτοις τὴν τῶν εὐαγῶν ἀνδραγαθημάτων ὑποφαίνει κατόρθωσιν· ἱδρῶτα γὰρ ἔχουσι τὸν ὀνησιφόρον, καὶ τληπαθοῦσι νεανικῶς, οὐχ ἵνα τι τῶν ἐπιγείων κερδάνωσιν, ἀλλ' ἵνα τῶν παρὰ Θεοῦ χαρισμάτων ἀναπιμπλάμενοι, θυμηδίας ἁπάσης γένωνται μεστοί· τοῦτο γὰρ αὐτοῖς ὑπισχνεῖται λέγων· «Ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς.» Πρόσωπον δὲ ἅπαξ γυναικὸς περιθεὶς τῇ νέᾳ Σιὼν, ἐπιμένει τῇ τοῦ λόγου τροπῇ, καὶ τὴν ἐν αὐτῇ παράκλησιν τὴν διά γε, φημὶ, τοῦ ἁγίου Πνεύματος, μαστοῖς παρεικάζει καὶ γάλακτι. Εἴρηται γάρ που