Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1444
Not analysed yet
ἀγαθῶν χορηγίαν, ἔτι τε πρὸς τούτοις τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καὶ τὰς ἄνω μονὰς, καὶ τὴν αὐτόθι δόξαν οὐκ ἀζήμιον ἔσεσθαί φησι τοῖς ἀπειθεῖν ἑλομένοις αὐτῷ τὸ ἐπὶ τούτοις ἐγχείρημα. Ἥξει γὰρ ὡς πῦρ, φησί· καταβήσεται γὰρ ἐξ οὐρανῶν, ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων. Τοῦτο γὰρ τὸ ἅρμα αὐτοῦ, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον, «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων.» Ἥξει δὲ ἀποδώσων ἐκδίκησιν ἐν θυμῷ, καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός. Ὁ δὲ ἀποσκορακισμὸς δηλοῖ τὴν ἀποβολήν· ἐρεῖ γὰρ τοῖς τεθνεῶσιν ἐν ἁμαρτίαις· «Πορεύεσθε ἀπ' ἐμοῦ, κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ·» κριθήσεται γὰρ οὕτω, φησὶν, ἡ σύμπασα γῆ, καὶ ὥσπερ ἀπὸ ῥομφαίας τῆς θείας ὀργῆς πληγέντες πολλοὶ τραυματίαι γενήσονται. Οὗτοι δ' ἂν εἶεν οἱ τὴν ἄφυκτον δεχόμενοι δίκην, καὶ εἰς ἄσβεστον τρέχοντες φλόγα, καὶ σειραῖς τῶν ἰδίων πλημμελημάτων κατεσφιγμένοι· μάλιστα δὲ τῶν ἄλλων ὑπενεχθήσονται τῇ δίκῃ, φησὶν, οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, τουτέστιν, οἱ παρωσάμενοι μὲν τὴν διὰ Χριστοῦ λύτρωσιν, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματες ἀτιμάσαντες χάριν, δικαιοῦσαν τὸν ἀσεβῆ, καὶ παντὸς αἰτιάματος ἀπαλλάττουσαν τοὺς ταῖς ἁμαρτίαις μεμολυσμένους· ἀγαπήσαντες δὲ μᾶλλον τὸ ἐν πλάνῃ καὶ ἀγνοίᾳ περιπατεῖν, καὶ θεοῖς τοῖς οὐκ οὖσι προσκυνεῖν, οἳ καὶ κέχρηνται περιῤῥαντηρίοις ἀκαθάρτοις καὶ ῥυπαροῖς. Περιαγνίζονται γὰρ, ὡς γοῦν οἴονται, κατὰ σφᾶς αὐτοὺς πλανῶντες καὶ πλανώμενοι. Ἢ γὰρ ὕδασι κατεῤῥαίνοντο, ἤγουν δᾷδας πῦρ περιενεγκόντες κύκλῳ, διασμήχειν τὰς ἑαυτῶν ψυχὰς τῶν ἐκ φαυλότητος λογισμῶν [al. μολυσμῶν] ᾤοντο. Ὅτι δὲ κοσμιότητος καὶ ἐπιεικείας οὐδείς ἐστι παντελῶς παρά γε τοῖς τοιούτοις ὁ λόγος, ἀλλ' οὐδὲ νοῦς ἀνθρωποπρεπὴς, παρασυνεβλήθησαν δὲ μᾶλλον τοῖς κτήνεσι τοῖς ἀνοήτοις, διαδείκνυσιν εἰπὼν, ὅτι ἁγνίζονται μὲν ἐν κήποις, τουτέστιν, ἐν τοῖς ἄλσεσιν, ἤγουν δρυμοῖς, ὑποκάτω δρυὸς καὶ λεύκης, καὶ δένδρου συσκιάζοντος. Ἐξῳκοδόμηνται γὰρ παρ' αὐτῶν αὐτόσε βωμοὶ καὶ τεμένη τοῖς δαίμοσιν, ἐν δὲ τοῖς προθύροις τῶν τεμενῶν ἤσθιον κρέας ὕειον. Ἀπόδειξις δὲ καὶ τοῦτο τρυφῆς. Προσεκύνουν δὲ καὶ τὰ βδελύγματα καὶ τὸν μῦν. Καθίκοντο γὰρ ἴσως εἰς τοῦτο φρενοβλαβείας τῶν δεισιδαιμόνων τινὲς, ὡς καὶ μυῶν ἔχειν ἐν σηκοῖς ἱδρύματά τε καὶ τύπους. Ἀλλ' οὗτοι πάντες, φησὶν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, τουτέστιν, ὁμοῦ τοῖς ἀπειθήσασιν ἐξ Ἰσραήλ· «Ἐγὼ γὰρ ἔγνων τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν.» Λογισμὸν δέ φησι τὰς ἐνθυμήσεις, αἷς ἀκολουθήσαντες αἰσχρῶν ἐπιχειρημάτων γεγόνασιν εὑρεταὶ, δι' ὧν αὐτοῖς καὶ ἡ τῶν βδελυγμάτων γέγονεν εἰσφορὰ, καίτοι δέον ἑνὶ τῷ φύσει καὶ ἀληθῶς λατρεύειν Θεῷ. Ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη, καὶ τὰς γλώσσας. Καὶ ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπ' αὐτοὺς σημεῖα, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, καὶ εἰς Θαρσεῖς, καὶ Φοὺδ, καὶ Λοὺδ, καὶ Μοσὸχ, καὶ Θοβὲλ, καὶ εἰς τὴν Ἑλλάδα, καὶ εἰς τὰς νή-