Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1445
Not analysed yet
σους τὰς πόῤῥω, οἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα, οὐδὲ ἑωράκασι τὴν δόξαν μου, καὶ ἀναγγελοῦσί μοι τὴν δόξαν ἐν τοῖς ἔθνεσιν. Ἀνακεφαλαίωσιν ὥσπερ τινὰ τοῦ παντὸς λόγου, καὶ ἁπάσης προφητείας διὰ τουτωνὶ ποιεῖται Χριστὸς, καὶ ὡς ἐν βραχέσι καὶ συνεσταλμένοις ἀπαγγέλλει τὰ ἀπ' ἀρχῆς μέχρι τέλους, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν. Διαμέμνηται γὰρ καὶ τῆς κλήσεως τῶν ἐθνῶν, καὶ τῆς τῶν ἁγίων ἀποστόλων ἀναδείξεως, καὶ ὅτι προσκυνηθήσεται παρὰ πάσης τῆς ὑπ' οὐρανόν. Ὁ μὲν γὰρ πάλαι νόμος, ἓν καὶ μόνον συνήγαγεν ἔθνος, δῆλον δὲ ὅτι τὸ ἐξ Ἰσραὴλ, καὶ μίαν ἐκάλεσε γλῶσσαν. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐχὶ μόνοις τοῖς ἐξ αἵματος Ἰσραὴλ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν ἐχαρίζετο, ἀλλὰ γὰρ ἔθνει παντὶ καὶ ἁπάσαις γλώσσαις. Ἔφη γοῦν διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην·» οὐκοῦν ἅπαντας μὲν συνάξω, φησίν· «Ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου.» Κέκληνται γὰρ διὰ πίστεως, καὶ οἱ ποτὲ μακρὰν ὄντες γεγόνασιν ἐγγὺς, καὶ τεθέανται τὴν δόξαν αὐτοῦ· πῶς, ἢ τίνα τρόπον; Ἀκηκόασι γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων, ὅτι καὶ ἰσουργὸς καὶ ἰσοσθενής ἐστι τῷ Θεῷ καὶ Πατρὶ, καὶ τῶν ὑπὲρ λόγον γέγονεν ἀποτελεστὴς, ὥστε καὶ νεκροὺς ἐκ μνημάτων ἐγεῖραι, καὶ τυφλοῖς ἐνεῖναι τὸ φῶς, ἕτερά τε πρὸς τούτοις ἐργάσασθαι τὰ παντὸς ἄξια καὶ λόγου, καὶ θαύματος. Ἤγουν καθ' ἕτερον τρόπον· τεθέανται τὴν δόξαν αὐτοῦ, μυσταγωγηθέντες ὅτι Θεὸς ἦν ὁ Λόγος, καὶ γέγονεν ἄνθρωπος· οὐ γὰρ κατὰ τοὺς Ἰουδαίους οἱ ἐξ ἐθνῶν εἰρήκασι· «Διατί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν;» Ἐπεγνωκότες δὲ μᾶλλον τὸ ἐπ' αὐτῷ μυστήριον, τὰς ἱερὰς ἐκείνας ἀναβοῶσι φωνάς· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,» καὶ μὴν κἀκεῖνο πρὸς τούτῳ τὸ διὰ τῶν ἁγίων ἀποστόλων, «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.» Τέθειται δὲ καὶ ἐπ' αὐτοῖς σημεῖον· ὡς γὰρ ὁ Παῦλός φησιν, «Ἐσφραγίσθημεν τῷ πνεύματι τῆς ἀπολυτρώσεως, καὶ ταῖς ἁπάντων ἡμῶν καρδίαις ἐνεμορφώθη Χριστὸς διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος.» Ἀπὸ δέ γε τῶν ἀνασεσωσμένων, φησὶν, ἀποστελῶ εἰς τὰ ἔθνη, εἰς τούσδε καὶ τούσδε. Ἔθνη δὲ ταῦτα τὰ μὲν εἰς ἑσπέραν, τὰ δὲ εἰς ἠῶ, τὰ δὲ καὶ ἐν τοῖς βορειοτέροις, ἤγουν κατὰ τὴν Ἑλλήνων χώραν, καὶ εἰς τὰς ἐπέκεινα νήσους. «Ἐκεῖ, φησὶν, ἀναγγελοῦσι τὴν ἐμὴν δόξαν.» Οὐ γὰρ σεσιγήκασιν οἱ μαθηταὶ, διεκήρυξαν δὲ πανταχοῦ τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ τῶν ἱερῶν κηρυγμάτων τὴν δύναμιν. Καὶ ἄξουσι τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον Κυρίῳ μεθ' ἵππων καὶ ἁρμάτων, ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων, εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλὴμ, εἶπε Κύριος, ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ ἐμοὶ τὰς θυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου, καὶ ἀπ' αὐτῶν λήψομαι ἱερεῖς καὶ Λευΐτας, εἶπε Κύριος.