Ancient Greek · ~7 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1449
Not analysed yet
σωθήσεται διὰ παντὸς, καταφθαρήσεται γὰρ κατ' οὐδένα τρόπον, ἀλλ' οἷον οὐρανῷ τε καὶ γῇ συνδιαμενεῖ, συνέχοντος εἰς τοῦτο τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ὅτι δὲ καὶ εἰς ἐπίδοσιν ἀεὶ μείζονα ἡ τῶν πιστευσάντων ἀεὶ προβήσεται πληθὺς, διδάσκει λέγων, ὅτι «Μὴν ἐκ μηνὸς, καὶ Σάββατον ἐκ Σαββάτου, ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ἱερουσαλήμ.» Οὐ γὰρ διαλελοίπασιν οἱ πιστεύσαντες εἰς Χριστὸν, ἀλλ' ἐξ ἐκείνου τοῦ καιροῦ, καθ' ὃν διεκήρυξαν οἱ θεσπέσιοι μαθηταὶ, καὶ εἰς δεῦρο βαδίζουσιν, οἱ μὲν ἐκ τῆς πολυθέου πλάνης τὸ τῆς ἀληθοῦς θεογνωσίας διψῶντες φῶς, οἱ δὲ καὶ ἐκ ταγμάτων Ἰουδαϊκῶν, εἰ καὶ καθ' ἕνα, καὶ οὐ πολλοί. Πλὴν ἥξουσι καὶ αὐτοὶ, κεκλήσονται γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καθά φησιν ὁ πάνσοφος Παῦλος Καὶ ἐξελεύσονται οἱ ἅγιοι, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὄρασιν πάσῃ σαρκί. Ἔοικε διὰ τούτων τὰς ἐπενεχθείσας τοῖς Ἰουδαίοις συμφορὰς βούλεσθαι δηλοῦν, ἃς ὑπομεῖναί φαμεν αὐτοὺς διὰ τῆς Ῥωμαίων χειρὸς, καταδῃωθέντος δηλονότι τοῦ ναοῦ, καὶ ὠμοτάτην σφαγὴν ὑπομεινάντων ἁπάντων. Γεγόνασι γοῦν ταῦτα παθόντες, καὶ εἰς ὅρασιν πάσῃ σαρκὶ, καὶ μονονουχὶ τὴν δίκην ἀτελεύτητον ἔχουσιν. Τοῦτο γὰρ ἴσως ὑποδηλοῖ μήτε τεθνήξεσθαι λέγειν τὸν σκώληκα αὐτῶν, μήτε μὴν κατευνασθῆναι τὸ πῦρ. Βούλονται δέ τινες, καὶ εἰς τὸν καιρὸν τῆς συντελείας τοῦ αἰῶνος τοὺς περὶ τούτων ἀνακομίζειν λόγους, ὅτε τῶν παραβεβηκότων οἱονεὶ τὰ κῶλα ῥιφήσεται πεμπόμενα εἰς κόλασιν, καὶ εἰς φλόγα τὴν ἀτελεύτητον. Ἐκεῖ γὰρ ὁ σκώληξ τῶν κεκολασμένων ζήσει διηνεκῶς, καὶ οὐκ ἂν σβεσθείη τὸ πῦρ. Ἡμᾶς δὲ τούτων ἁπάντων ἀπαλλάξει Χριστὸς, δι' οὗ, καὶ μεθ' οὗ ἡ δόξα τῷ Θεῷ καὶ Πατρὶ σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.