Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1448
Not analysed yet
Ὅτι πάντη τε καὶ πάντως ἐνεργὸν ἔσται καὶ ἔγκαρπον τὸ διὰ τῶν ἁγίων ἀποστόλων κήρυγμα παρὰ τοῖς ὠνομασμένοις ἔθνεσι καὶ ταῖς αὐτῶν χώραις, διαδείκνυσιν ἐν τούτοις· «Τοὺς γὰρ ἀδελφοὺς ὑμῶν,» φησὶν, ἵν' ὁ λόγος ᾖ πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ πιστεύσαντας, «ἀπὸ τῶν ἐθνῶν ἄξουσι δῶρον τῷ Κυρίῳ.» Ἀνάθημα γὰρ ὥσπερ εἰς δόξαν Θεοῦ τῶν ἐθνῶν γέγονεν ἡ πληθὺς, ἀπηλλαγμένη μὲν παντὸς αἰτιάματος διὰ τῆς πίστεως, καὶ πάντα ῥύπον ἀποβαλοῦσα διὰ τοῦ ἁγίου βαπτίσματος, ξένιον δὲ ὥσπερ ἀποστολικῶν σπουδασμάτων προσκομισθὲν τῷ Θεῷ. Καυχῶνται γοῦν ἐπ' αὐτῷ δὴ τούτῳ, χαρὰν αὐτοὺς καὶ στέφανον ἑαυτῶν ὀνομάζοντες. Ὅτι δὲ ἀπονωτάτη λίαν, καὶ ἱδρῶτος δίχα παντὸς, καὶ ἀγῶνος, καὶ πόνων ἡ πρὸς Θεὸν ἐπιστροφὴ τῶν ἐθνῶν, καθίστησιν ἐναργῶς, ὡς ἐκ παραδείγματος τοῦ καθ' ἡμᾶς λέγων, ὅτι ἀχθήσονται μεθ' ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις καὶ σκιαδίοις· ὥσπερ γὰρ οἱ διὰ τούτων ὁδοιπορεῖν εἰωθότες, ἀπονωτάτην τὴν προκειμένην αὐτοῖς κατορθοῦσι τρίβον· οὕτως οἱ ἐκ πλάνης Ἑλληνικῆς πρὸς Θεὸν ἐπιστρέφοντες διὰ λείας ὥσπερ καὶ ἐστρωμένης ἥξουσιν ὁδοῦ, καὶ μονονουχὶ καὶ δορυφορούμενοι, καὶ ἁπάσης αὐτοὺς ἀναπαύλης ἀξιοῦντος Θεοῦ· ἥξουσι δὲ, ποῦ; Εἰς τὴν ἁγίαν πόλιν, ἤγουν Ἱερουσαλὴμ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· ἔσονται δὲ οὕτως ἡδεῖς καὶ εὐπρόσδεκτοι προσιόντες Θεῷ, ὡσανεὶ καὶ θυσία προσαγομένη, φησὶ, μετ' ᾠδῆς καὶ δοξολογίας. Ἀλλὰ καὶ» Ἀπ' αὐτῶν λήψομαι, φησὶ, καὶ ἱερεῖς, καὶ Λευΐτας. Ἀπ' αὐτῶν δὲ, τίνων; Οὔπω μάλα σαφὲς, πότερον ἐκ τῶν ἀποσταλέντων εἰς τὸ καλέσαι τοὺς ἐξ ἐθνῶν, ἤγουν ἐξ αὐτῶν τῶν κεκλημένων· πλὴν ἀληθὲς ὂν εὑρήσομεν τοῦτό τε κἀκεῖνο. Ἱερουργοὶ γὰρ γεγόνασι τῶν διὰ Χριστοῦ θεσπισμάτων καὶ οἱ θεσπέσιοι μαθηταί· κέκληνται δὲ πρὸς ἱερωσύνην, καὶ εἰς δεῦρο καλοῦνται πολλοὶ τῶν ἐξ ἀγέλης ὄντες Ἑλληνικῆς, Θεοῦ μεθιστάντος εἰς καινότητα ζωῆς καὶ γνώμης αὐτούς. Ἀναχαλκεύει γὰρ ὥσπερ ἡ πίστις εἰς τὸ αὐτῷ δοκοῦν τοὺς ἐξειλεγμένους. Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ ποιῶ μένει ἐνώπιόν μου, λέγει Κύριος· οὕτως στήσεται τὸ σπέρμα ὑμῶν, καὶ τὸ ὄνομα ὑμῶν, καὶ ἔσται μὴν ἐκ μηνὸς, καὶ Σάββατον ἐκ Σαββάτου. Ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ἱερουσαλὴμ, εἶπε Κύριος ὁ Θεός. Τὸ ἀκράδαντον τῆς ἐλπίδος τοῖς ἐφ' ἅπασιν ἀγαθοῖς ὑπισχνεῖται Χριστὸς τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ὥσπερ γὰρ, φησὶ, καινουργήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, οὕτω μένειν ἐάσω, καὶ οὐδεὶς αὐτὰ καταλύσει χρόνος οὕτω τὸ σπέρμα ὑμῶν, καὶ τὸ ὄνομα στήσεται ἐνώπιόν μου. Καινοὺς γὰρ οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ καὶ ἡ τῶν ἁγίων ἐλπὶς στήσεται ἀεὶ καὶ διαμενεῖ, πιστώσεται γράφων ὁ πάνσοφος Παῦλος, ὅτι ἀμεταμέλητα τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Οὐκοῦν τὸ σπέρμα τὸ εὐλογημένον τὸ διὰ τῶν ἁγίων ἀποστόλων προσκομισθὲν τῷ Θεῷ,