Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.168.1
Not analysed yet
ὑποδημάτων αὐτῶν, ὧν τὰ βέλη ὀξέα ἐστὶ, καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα. Οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσθησαν· οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς. Ὁρμῶσιν ὡς λέοντες, καὶ παρεστήκασιν ὡς σκύμνος λέοντος. Καὶ ἐπιλήψεται, καὶ βοήσεται ὡς θηρίον, καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ὁ ῥυόμενος. Καὶ βοήσεται δι' αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς φωνὴ θαλάσσης κυμαινούσης, καὶ ἐμβλέψονται εἰς γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν. Ὅτι μὴ μέχρι τούτων τὰ τῆς ἐπ' αὐτοῖς ὀργῆς μετρηθήσεται παρὰ τοῦ τὰ δίκαια κρίνοντος, προβήσεται δὲ καὶ ἐπέκεινα, σαφηνιεῖ τὸ προκείμενον. Καίτοι γὰρ ἀγρίως πεπορθημένοι, λιμῷ τε καὶ δίψει πεπιεσμένοι, καὶ ταῖς τοῦ πολέμου συμφοραῖς ἐναλόντες οἱ δείλαιοι, μεμενήκασιν ἐν ἀποστροφῇ Θεοῦ, καὶ οὐκ ἔξω γεγόνασι τῆς ὀργῆς. Τοῦτο γὰρ, οἶμαι, σημαίνει λέγων τὸ, Ἔτι ἡ χεὶρ ὑψηλὴ, ὅτι πλήττουσα τοὺς ἡμαρτηκότας. Ὑψοῦ γὰρ ἀεί πως ἡ τοῦ παίοντος αἴρεται χείρ. Εἶτα τίς ἢ πόσος ὁ τῶν ὀρῶν ἔσται παροξυσμὸς, τίνες δὲ καὶ οἱ τοῖς ἐκείνων ὑπηρετησόμενοι θυμοῖς, καὶ μεθ' ὅσης ἥξουσιν ἀνδρείας τε καὶ εὐτολμίας, καὶ τῆς εἰς ἀνθρώπους ἀήθους ὠμότητος, ἐμφανίζει λέγων· «Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακράν.» Οὐ γὰρ ὅμοροι καὶ γείτονες τῆς Ἰουδαίων χώρας οἱ ταύτην ἠρημωκότες καὶ κατεμπρήσαντες τὰ Ἱεροσόλυμα, καὶ ἁπάσας δὲ τὰς τῶν Ἰουδαίων πόλεις, ἀλλ' ἐκ χωρῶν τῶν μακρὰν, καὶ ἐξ ἁπάσης τῆς γῆς συναγηγερμένοι. Πλεῖστοι γὰρ λίαν· μᾶλλον δὲ τάχα που καὶ ἀριθμοῦ κρείττονες καὶ οἱ συνασπίζοντες Οὐεσπασιανῷ τε καὶ Τίτῳ. Σύσσημον δὲ δοθήσεται, φησὶν, ὡς ἐν καιρῷ πολέμου καὶ μάχης. Ἔθος γὰρ τοῖς στρατηγοῖς ἐξοπλίζειν μέλλουσιν εἰς παράταξιν τὴν ὑπὸ χεῖρα πληθὺν, σύσσημα διδόναι, τὰς καλουμένας σημαίας αἴροντας ὑψοῦ. Ὧν καὶ ὁ προφήτης Ἡσαΐας διαμέμνηται λέγων· Καταληφθήσεται, ὡς ἱστὸς ἐπ' ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ. Ἱστοὺς γὰρ ἱστάντες ἐν ὑψηλοῖς γηλόφοις, ἢ ὀρθοῦσιν, ἢ κατακλίνουσιν, ἢ καὶ ἀπαρτῶσί τινα πρὸς ἃ βλέπει τὸ μάχιμον. Εἶδεν δὲ οὕτω τοῦ στρατηγοῦ τί τὸ δοκοῦν. Αἴρει τοιγαροῦν τὸ σύσσημον, φησὶ, καὶ συριεῖ αὐτοῖς. Δέχεται δὲ καὶ τοῦτο πάλιν, ὡς ἀπό γε τῆς συνηθείας τῆς ἐπὶ τῶν μυιῶν. Ἐν ἔθει γάρ πώς ἐστι τοῖς μελισσοκόμοις συρίζειν αὐταῖς· οὕτω τε τῶν σίμβλων ἀποφέρειν εἰς ἄνθη καὶ πόας, καὶ μὴν καὶ ἀνακομίζειν ἐξ ἀγρῶν, οἴκοι τε αὐτὰς ἐναυλίζεσθαι ποιεῖν. Συριεῖ τοίνυν, φησίν. Οἱ δὲ ἀφίξονται πτηνοί τε καὶ κοῦφοι, λιμοῦ μὲν ὀλίγα πεφροντικότες, οὐ δεδιότες δὲ πόνους, ἄϋπνοί τε καὶ εὐζωνότατοι, καὶ ἐξηρτυμένοι τὰ τακτικὰ, καὶ ἀτρύτοις ἵπποις ἐποχούμενοι, καὶ ὁρμῶντες ὡς καταιγὶς, καὶ ἐν ἴσῳ λέουσι, καὶ κατεσθίοντες ὡς θηρία. Δυσάντητοι δὲ οὕτως ἔσονται καὶ δεινοὶ, ὡς ἀμαχεὶ δύνασθαι νικᾷν ἀντεξάγοντος οὐδενὸς, ἤγουν ἱκανῶς ἔχοντος εἰς ἐπικουρίαν, Ἔσται δὲ θρῆνος κατ' ἐκεῖνο καιροῦ καὶ βοὴ συμμιγὴς, ὡς οὐδὲν ἕτερον ἡγεῖσθαί τινας, ἢ ὅτι θαλάσσης ἠχὴ τῆς Ἰουδαίων κατασκίδναται χώρας. Ἔσται δὲ καὶ σκληρὸν σκότος καὶ οὔτι που πάντως τὸ ὡς ἐν ὀμίχλῃ νοούμενον καὶ νυκτὶ, τὸ ἐκ δειμάτων δὲ μᾶλ-