Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.165
Not analysed yet
καὶ ἐπάταξεν αὐτοὺς, καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. Ὁ σοφώτατος Ἱερεμίας ταῖς τῶν Ἰουδαίων ἀμαθείαις τε καὶ ὑπεροψίαις ἐπιπλήττει λέγων· «Πῶς ἐρεῖτε, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθ' ἡμῶν ἐστιν; Εἰς μάτην ἐγενήθη σχοῖνος, ψευδὴς γραμματεὺς, ᾐσχύνθησαν σοφοὶ, ἐπτοήθησαν καὶ ἑάλωσαν. Σοφία τίς ἐστιν ἐν αὐτοῖς; Ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν.» Προσήκαντο μὲν γὰρ οὐδαμῶς τὸ κήρυγμα τὸ εὐαγγελικόν· ἀλλ' οὐδὲ αὐτὸν τὸν διὰ Μωσέως τετιμήκασι νόμον. Ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Χριστός· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Πεπλημμελήκασι τοίνυν κατ' ἄμφω, καὶ ἀπεδοκίμασαν οἱ δείλαιοι τὸν τοῦ Θεοῦ λόγον, μήτε τὰς διὰ νόμου προαγορεύσεις ὡς ἀληθεῖς δεχόμενοι, μήτε μὴν τὸν σωτήριον εὐαγγελικὸν ἐπαινέσαντες λόγον. Ταύτῃτοι διὰ φωνῆς Ἱερεμίου περὶ αὐτῶν ἔφη Θεός· «Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύρομαι, καὶ εἰσακούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγενήθη αὐτοῖς εἰς ὀνειδισμόν· οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκούειν.» Κατωνείδιζον γὰρ τὸ ῥῆμα Χριστοῦ, τοῖς ἀκροωμένοις περὶ αὐτοῦ λέγοντες· «Δαιμόνιον ἔχει, καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;» Οὐκοῦν ἐπειδήπερ οὐκ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, παρώτρυναν δὲ καὶ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ, τοῦτ' ἔστι, Χριστοῦ· Ἐθυμώθη, φησὶν, ὀργῇ, καὶ ἐπάταξεν αὐτοὺς, καὶ παρωξύνθη τὰ ὄρη. Καὶ ποῖά φησιν ἐν τούτοις ὄρη; ἢ δηλονότι τὰς Ῥωμαίων ἀρχὰς, διά τοι τὸ ἐν δόξῃ περιφανεῖ, καὶ τὸ ἐν ἀξιώμασιν ἐπηρμένον; Ἀπὸ δὲ τοῦ παροξυνθῆναι τὰ ὄρη, γέγονεν αὐτῶν ὡς κοπρία τὰ θνησιμαῖα, τοῦτ' ἔστιν, οἱ ἐκ τοῦ πολέμου νεκροὶ, διεῤῥιμμένοι πανταχῆ, καὶ τάχα που κείμενοι σωρηδὸν, καὶ πᾶσαν αὐτῶν πιμπλάντες τὴν χώραν. Καὶ ἑτέρως δὲ κατὰ τῶν παροτρυνόντων διὰ τῆς ἀπειθείας τὸν τῶν ὅλων Σωτῆρα Θεόν. Παροτρύνονται γὰρ ὄρη τὰ νοητὰ, τοῦτ' ἔστιν, ἀρχαὶ καὶ ἐξουσίαι, καὶ οἱ κοσμοκράτορες τοῦ σκότους τούτου. Οὗ δὴ γεγονότος, πᾶσά πως ἀνάγκη τὸν ψυχῆς ὑπομεῖναι θάνατον τοὺς ὑπενηνεγμένους αὐτοῖς. Ἐπικουροῦντος μὲν γὰρ τοῦ πάντα ἰσχύοντος Θεοῦ, κἂν παροτρύνηται καθ' ἡμῶν τὰ ὄρη, λόγος αὐτῶν οὐδείς. Γέγραπται γὰρ, ὅτι Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἀφιστάντος δὲ τὴν χεῖρα, καὶ οὐκ ἔτι σώζειν ἀνεχομένου, τὸ τηνικάδε κεισόμεθα, καὶ κοπρίων δίκην ὑπὸ πόδας τῶν ἐχθρῶν ἐσόμεθα. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακρὰν, καὶ συριεῖ αὐτοῖς ἀπ' ἄκρου τῆς γῆς. Καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται· οὐ πεινάσουσιν, οὐδὲ κοπιάσουσιν, οὐδὲ νυστάξουσιν, οὐδὲ κοιμηθήσονται, οὐδὲ μὴ λύσωσι τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφύος αὐτῶν, οὐδ' οὐ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν