Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.172
Not analysed yet
καὶ δέκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Χαλία ἐξ Ἱερουσαλήμ. Καὶ ἐποίησε τὸ εὐσεβὲς ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀμαζίας ὁ πατὴρ αὐτοῦ. Πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίαν ἐν τοῖς ὑψηλοῖς. Καὶ ἥψατο Κύριος τοῦ βασιλέως. Καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ.» Καὶ ταυτὶ μὲν ἐν ταῖς Βασιλείαις. Ἐν δὲ Παραλειπομέναις, ὡς ἔφην· «Καὶ ὡς κατίσχυσε, φησὶν, ὑψώθη ἡ καρδία αὐτοῦ καταφθεῖραι. Καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ· καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων· καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεὺς, καὶ μετ' αὐτοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα καὶ δύο υἱοὶ δυνατοί· καὶ ἔστησαν ἐπὶ Ὀζίαν τὸν βασιλέα, καὶ εἶπαν αὐτῷ· Οὔ σοι, Ὀζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλ' ἡμῖν τοῖς ἱερατεύουσι τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἡγιασμένοις, θυμιάσαι. Ἔξελθε ἀπὸ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου. Καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ. Καὶ ἐθυμώθη Ὀζίας· καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ· ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ, ἐναντίον τῶν ἱερέων ἐν τῷ οἴκῳ Κυρίου, ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. Καὶ ἐπέστρεψεν ἐπ' αὐτὸν ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ. Καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν Κύριος.» Ἐπειδὴ δὲ τοῦ διὰ Μωσέως προστάττοντος νόμου χρῆναι δὴ πάντως ἐκπέμπεσθαι τῆς παρεμβολῆς ὡς ἀκάθαρτον τὸν λεπρὸν, καταμιαίνοντος δὲ καὶ κοινὸν ἀποφαίνοντος τῆς ἀκαθαρσίας τοῦ λεπροῦ τὸν συνόντα αὐτῷ, κατῴκηκεν ἐν τοῖς Ἱεροσολύμοις Ὀζίας, μονονουχὶ σύμπασαν διὰ τούτου μιαίνων τὴν Ἱερουσαλήμ. Σεσίγηκεν ὁ Δεσπότης οὐκ ἀτιμάζων προφήτας ἁγίους, ἀναξίους δὲ μᾶλλον ἀποφαίνων τῆς παρ' αὐτοῦ νουθεσίας τοὺς ἀκαθάρτους συνοικοῦντας παρά γε τὸ τῷ νομοθέτῃ δοκοῦν. Οὕτω γάρ πού φησι καὶ πρὸς τὸν μακάριον Ἰεζεχιήλ· «Καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωφωθήσῃ· καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα εὐθύνοντα, ὅτι οἶκος παραπικραίνων ἐστίν.» Ἀποσεσίγηκε τοίνυν, καίτοι δεικνύων τὴν ἀγανάκτησιν. Σέσεισται γὰρ τὰ Ἱεροσόλυμα, καὶ κατεδονήθη πᾶσα τῶν Ἰουδαίων χώρα. Εἰσόμεθα δὲ καὶ τοῦτο δι' ὧν ἐγεγράφει ὁ προφήτης Ἀμώς. Ἔχει γὰρ οὕτως· «Λόγοι Ἀμὼς οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐν Θεκουὲ, οὓς ἴδεν ὑπὲρ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωᾶς βασιλέως Ἰσραὴλ πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.» Ἐπειδὴ δὲ τετελεύτηκεν Ὀζίας συγκατέληξεν αὐτῷ τῆς σιωπῆς ὁ καιρός. Καὶ πάλιν ἐδίδου τὰς θεοπτίας τοῖς ἁγίοις προφήταις ὁ τῶν ὅλων Θεός. Ταύτῃ τοί φησιν ὁ προφήτης Ἡσαΐας· «Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, ἴδον τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.» Ὅτι μὲν οὖν τὸν Υἱὸν ὁ προφήτης τεθέαται ἐν τῇ δόξῃ