Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.173.1
Not analysed yet
τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἂν ἐνδοιάσειέ τις, Ἰωάννου γράφοντος ἐναργῶς περὶ αὐτοῦ· «Ταῦτα δὲ εἶπεν Ἡσαΐας, ὅτε ἴδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ.» Ἄθρει δέ μοι τῆς θεοπρεποῦς ὑπεροχῆς τὸ ἀξίωμα, καὶ τὸ κατὰ πάσης κτίσεως κράτος. Ὁ μὲν γάρ ἐστιν ἐφ' ὑψηλοῦ τε καὶ ἐπηρμένου θρόνου τοῖς τῆς βασιλείας ἐκπρεπεστάτοις αὐχήμασιν εὖ μάλα κατεστεμμένος. Αἱ δὲ ἀνωτάτω δυνάμεις, μεθ' ἃς οὐδὲν ἐπέκεινα τῶν γενητῶν εἶναι λέγεται, κύκλῳ περιιστᾶσι τάξιν ἔχουσαι τὴν οἰκετικὴν, καὶ ταῖς εὐφημίαις καταγεραίρουσαι. Πλήρη τε εἶναί φησι τὴν γῆν ἅπασαν τῆς δόξης αὐτοῦ. Χρῆναι δὲ ὑπολαμβάνω μὴ ἐν τοπικοῖς ὑψώμασι τὸν θεῖον οἴεσθαι τεθεῖσθαι θρόνον. Εὔηθες γὰρ καὶ ἀσύνετον κομιδῇ τὸ χρῆμά ἐστιν. Ὑψοῦ δὲ ὁ θεῖος τέθειται θρόνος, καθὸ καὶ νοεῖται πάσης ἐπέκεινα φύσεως νοητῆς τῆς τοῦ Θεοῦ βασιλείας ἡ δόξα. Ἡ δὲ κάθισις ἡ ἐπ' αὐτοῦ τὴν οἱονεὶ βεβαιότητά τε καὶ ἐν ταυτότητι τῶν ἀγαθῶν ἵδρυσίν τε καὶ διαμονὴν ἔοικεν ὑποδηλοῦν. Ψάλλει γὰρ οὕτω καὶ ὁ θεσπέσιος Δαβίδ· «Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.» Καὶ μὴν καὶ ὁ προφήτης Ἱερεμίας πρὸς αὐτόν πού φησιν· «Ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.» Ἀεὶ γὰρ καὶ ἐν παντὶ χρόνῳ φθαρτή τέ ἐστιν ἡ πεποιημένη φύσις, καὶ τῶν γενητῶν ἐν τούτοις τὸ μέτρον· κάθηται δὲ, ὡς ἔφην, ἡ πάντων τεχνῖτις καὶ δημιουργὸς σοφία, τοῦτ' ἔστιν, ἀκλόνητον ἔχει τὴν ἐν ταυτότητι διαμονήν. Πλήρη δὲ εἶναί φησι τὸν οἶκον τῆς δόξης αὐτοῦ. Οὔπω γὰρ δεδυσσεβηκότος τοῦ Ἰσραὴλ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἐπλήρου τὸν οἶκον τὸν ἐν τοῖς Ἱεροσολύμοις ἡ τοῦ Θεοῦ δόξα. Ἐπειδὴ δὲ ἠρνήσαντο τὴν βασιλείαν αὐτοῦ, καὶ πεπτώκασιν εἰς ἀνοσιότητα τρόπων. Οὗ ἕνεκεν τὴν φωνὴν ἤκουσαν λέγοντος· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.» Ἑκάστῳ δὲ τῶν Σεραφεὶμ ἓξ ἐμπεφυκέναι φησὶ τὰς πτέρυγας, ὡς ταῖς μὲν δυσὶ κατακαλύπτειν τὸ πρόσωπον, ταῖς δὲ δυσὶ τοὺς πόδας, πέτασθαι δὲ ταῖς λοιπαῖς. Διερμηνεύεται δὲ Σεραφεὶμ, ἐμπρησταὶ ἤτοι θερμαίνοντες. Ψυχρὸν γὰρ οὐδὲν παρά γε ταῖς ἄνω δυνάμεσιν, αἵπερ ἂν εἶεν μάλιστα καὶ ἐγγὺς Θεοῦ. Ταύτῃ τοι καὶ ἡμεῖς αὐτοὶ κολλώμενοι διὰ πίστεως καὶ πολιτείας τῆς ἀγαθῆς καὶ ἐννομωτάτης ζέοντες ἀποτελούμεθα τῷ πνεύματι, καὶ θερμοὶ τὴν ἀγάπην τὴν εἰς Θεόν. Σύμβολον δὲ τὸ ταῖς πτέρυξι κατακαλύπτειν τὰ Σεραφεὶμ τό τε πρόσωπον καὶ τοὺς πόδας, πέτασθαι δὲ ταῖς δυσὶν, τοῦ μὴ δύνασθαί τινας ἢ ἀρχὴν ἢ τέλος ὁρᾷν ἐννοιῶν ἢ λόγων τῶν περὶ Θεοῦ. Σημαίνει μὲν γὰρ τὴν ἀρχὴν ἡ κεφαλὴ, καὶ τὸ πρόσωπον, τὸ δέ γε τέλος οἱ πόδες. Ἄναρχον γὰρ τὸ Θεῖον καὶ τελευτᾷν οὐκ εἰδός. Προσβάλλομεν δὲ τοῖς διὰ μέσου μόλις τοῖς κατά γε τοὺς χρόνους φημὶ, καθ' οὓς τὰ οὐκ ὄντα ποτὲ παρήχθη πρὸς ὕπαρξιν. Πέτονταί γε μὴν ὡς οὐδὲν ἔχοντες τὸ κατεῤῥιμμένον. Ὑψοῦ δὲ μᾶλλον ἀεὶ τὸ φρόνημα πρὸς Θεόν. Οὐ γάρ τοι καθ' ἡμᾶς φρονοῦσι τὰ κάτω, ἀλλ' ἐν ἀποῤῥήτοις τισὶν ὑψώμασιν ἐννοιῶν αἱ ἀνωτάτω δυνάμεις τὸν οἰκεῖον ἔχουσι νοῦν. Εὔφημον δὲ καὶ τὸ στόμα αὐ-