Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.184
Not analysed yet
συνήσεις ἀστείως ὅτι πίστιν τὴν ἐπ' αὐτῷ, καὶ μέντοι τὴν γνῶσιν, καθάπερ τινὶ λαβίδι δεχώμεθα διὰ νομικῶν τε ἅμα καὶ προφητικῶν παιδευμάτων, ἤτοι προαγορεύσεων. Ὅθεν καὶ ὁ τῶν ἁγίων ἀποστόλων εἰς ἀλήθειαν πανταχῆ κατασφραγίζεται λόγος, Κεχρημένοι γὰρ ταῖς ἐκ νόμου καὶ προφητῶν μαρτυρίαις, ἀναπείθουσι τοὺς ἀκροωμένους, καὶ μονονουχὶ τὸν ἄνθρακα προσάγουσι καὶ αὐτοὶ τοῖς χείλεσιν αὐτῶν, ὁμολογεῖν τὴν πίστιν τὴν εἰς Χριστὸν παρασκευάζοντες. Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με. Ὅτε τῶν τοῦ προφήτου χειλέων ὁ ἄνθραξ ἥψατο, καὶ ἀφῄρηκεν αὐτοῦ τὰς ἀνομίας, τότε καὶ ἀκούει τῆς φωνῆς Κυρίου, καὶ δέδιε μὲν οὐκέτι, καὶ σιωπᾷ τὸ, «Τάλας ἐγὼ,» παρειστήκει δὲ καὶ μάλα γοργῶς ἑαυτὸν εἰς ἀποστολὴν, καὶ οἷον αὐτόμολος εἰς τοῦτό τοι ἰὼν, τὸ, «Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με.» Εἰ δὲ δὴ λέγοι Θεός· «Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;» οὐκ ἠπορηκότος εἶναί φαμεν τὴν φωνὴν, οὐδὲ οἷον ἐν σπάνει γεγονότος τοῦ πεμφθησομένου, καταιτιωμένου δὲ μᾶλλον τὸν Ἰσραὴλ ὡς ἀπειθῆ λίαν, καὶ εἴξαντα μὲν οὐδενὶ τῶν προαπεσταλμένων, ἀπεκτονότα δὲ μᾶλλον αὐτούς. Τοὺς μὲν γὰρ ὕβρισαν, τοὺς δὲ ἐλιθοβόλησαν, τοὺς δὲ ἀπέκτειναν, καθά φησιν ὁ Χριστὸς, τὴν ἐν τοῖς Εὐαγγελίοις ἡμῖν συντιθεὶς παραβολήν. Τίνα δὴ οὖν ἄρα, φησὶν, ἀποστείλω; Καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; οἳ τοῖς ἤδη προαπεσταλμένοις ἠπειθηκότες, σκληροί τέ εἰσι, καὶ δυσάντητοι, καὶ δι' αὐτῶν ἔδειξαν τῶν πραγμάτων, ὡς οὐκ ἂν εἴη τοῦ τυχόντος προσβαλεῖν αὐτοῖς, μόνου δὲ τάχα τοῦ καὶ αὐτῆς ἀπεγνωκότος τῆς ἰδίας ζωῆς. Ὅτι δὲ γέγονεν ἀκαμπὴς, καὶ ἀνουθέτητος ἄγαν ὁ Ἰσραὴλ, ἀναμάθοι τις ἂν καὶ δι' ὧν ἔφη Θεὸς πρὸς τὸν μακάριον Ἐζεχιήλ. Ἔχει δὲ οὕτως· «Υἱὲ ἀνθρώπου, βάδιζε, εἴσελθε εἰς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτὸν, διότι οὐ πρὸς λαὸν βαθύχειλον καὶ βραδύγλωσσον ἐξαποστέλλῃ, πρὸς οἶκον τοῦ Ἰσραὴλ, οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους, ἢ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὧν οὐκ ἀκούσῃ τοὺς λόγους αὐτῶν. Καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε, αὐτοὶ ἂν εἰσήκουσάν σου· ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ θελήσουσιν ἀκοῦσαί σου, διότι οὐ βούλονται εἰσακοῦσαί μου, ὅτι πᾶς ὁ οἶκος τοῦ Ἰσραὴλ φιλόνεικοί εἰσι, καὶ σκληροκάρδιοι.» Εἰκότως δὴ οὖν μονονουχὶ ἀπορήσας, μᾶλλον δὲ, ὡς ἔφην, ἀρτίως ἐπὶ πολλῇ λίαν ὠμότητι καταιτιώμενος τοὺς ἐξ Ἰσραήλ. Τίνα δὴ οὖν ἀποστείλω; Μελλήσας δὴ οὖν ὁ προφήτης κατ' οὐδένα τρόπον· «Ἰδοὺ ἐγὼ,» φησὶν, «ἀπόστειλόν με.» Ὅταν τοίνυν καὶ ἡμῶν ὁ θεῖος ἄνθραξ ἐπιθιγγάνῃ, καθαροὶ μὲν ἐσόμεθα τῶν διεπταισμένων, πρόθυμοι δὲ καὶ νεανικοὶ πρὸς ἀποστολὴν, ὃ δὴ καὶ πεπράχασιν οἱ θεσπέσιοι μαθηταί. Καίτοι γὰρ ὄντες ἐξ Ἰουδαίων, καὶ πρὸ τῆς εἰς Χριστὸν ἀγάπης, ἀκάθαρτά που καὶ αὐτῶν τὰ χείλη μετὰ τῶν ἅλλων ἔχοντες, ἐπειδὴ δὲ προσήκαντο τὴν