Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.181.1
Not analysed yet
ἀγγέλων, ὅτι πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Καὶ τὸ χρῆμά ἐστιν οὐκ ἀσυμφανές. Πάντα μὲν γὰρ ἐν κόσμῳ τὰ παρὰ ταῖς ἄνω δυνάμεσι καὶ τιμῆς ἤτοι λειτουργίας μέτρα παρ' αὐταῖς, καὶ ὅροι τέθεινται τῆς ἑκάστου δόξης, παρά γε τοῦ πάντα κατὰ τὸ αὐτῷ δοκοῦν διανέμοντος Θεοῦ. Πλὴν εἷς ἐφ' ἅπασιν ὁ ζυγὸς, καὶ ὑπηρετοῦσι νεύμασι τοῖς Δεσποτικοῖς, οὐκ ἀπαξιοῦντα τὴν δουλείαν, ἀλλ' ἐν μοίρᾳ τιμῆς καὶ δόξης καταλογιζόμενά που τὸ ἐν τούτοις γνήσιον. Προαναμορφοῦται τοίνυν ἐν ὀφθαλμοῖς τοῦ προφήτου τὸ Χριστοῦ μυστήριον, διὰ τῶν ἄνω δυνάμεων εὖ μάλα διακονούμενον. Ἀποστέλλεται γοῦν ἓν τῶν Σεραφεὶμ ἄνθρακα ἔχον, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ τοῦτο ἄρα ἧν Χριστοῦ σύμβολον, ὃς δι' ἡμᾶς, καὶ ὑπὲρ ἡμῶν προσεκόμισεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, εἰς θυσίαν πνευματικὴν καθαρὰν καὶ ἀβέβηλον καὶ εἰς ὀσμὴν εὐωδίας. Ταύτῃ τοι καὶ μάλα εἰκότως ἐκ τοῦ θυσιαστηρίου λαμβάνεται. Παρεικάζεταί γε μὴν ἄνθρακι· καὶ διὰ ποίαν αἰτίαν εἰπεῖν ἀναγκαῖον. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ πυρὶ τὴν θείαν παρεικάζειν φύσιν. Ὥφθη γὰρ οὕτω τῷ μακαρίῳ Ἰσραὴλ ἐν τῷ ὄρει Χωρὴμ ἤτοι Σινᾶ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας. Οὕτω καὶ αὐτῷ τῷ μακαρίῳ Μωσῇ ποιμαίνοντι κατὰ τὴν ἔρημον, ἐν εἴδει πυρὸς ἐν τῷ βάτῳ κατὰ καιροὺς, ὤφθη τε καὶ προσελάλει. Ὥσπερ οὖν ὁ ἄνθραξ ξύλον ἐστὶ τῇ φύσει, πλὴν ὅλος δι' ὅλου μεμέστωται τοῦ πυρὸς, καὶ τὴν αὐτοῦ δύναμίν τε καὶ ἐνέργειαν ἔχει· κατὰ τοῦτον, οἶμαι, τρόπον νοοῖτ' ἂν εἰκότως καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· «Γέγονε γὰρ σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Ἀλλ' εἰ καὶ ἦν καθ' ἡμᾶς ὁρώμενος ἄνθρωπος οἰκονομικῶς, ἀλλ' οὖν ἅπαν τὸ τῆς θεότητος πλήρωμα κατῴκησεν ἐν αὐτῷ, κατά γέ φημι τὸν τῆς ἑνώσεως τρόπον. Ταύτῃτοι καὶ διὰ τῆς ἰδίας σαρκὸς θεοπρεπεστάτας ἔχων ὁρᾶται τὰς ἐνεργείας. Ἥψατο γοῦν τῆς σοροῦ, καὶ ἀνέστησε τὸν τεθνεῶτα τῆς χήρας υἱόν. Καὶ μὴν καὶ πτύσας ἐνετίθει τυφλοῖς τὸ βλέπειν, πηλῷ καταχρίων τοὺς ὀφθαλμούς. Ἄνθρακι δὴ οὖν εὖ μάλα παρεικαστέον τὸν Ἐμμανουὴλ, ὃς εἰ καὶ γένοιτό πως ἐν τοῖς ἡμετέροις χείλεσιν, πάντη τε καὶ πάντως ἀφαιρεῖ τὰς ἁμαρτίας, καὶ περικαθαριεῖ τὰς ἀνομίας. Εἶτα πῶς ἐν τοῖς ἡμετέροις χείλεσιν ἔσται; Ὅταν τὴν πίστιν ὁμολογῶμεν τὴν εἰς αὐτόν. Οὕτω καὶ ὁ θεσπέσιος γράφει Παῦλος· «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ' ἔστι τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν. Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Ἔστω τοίνυν ἐν τοῖς χείλεσιν ἡμῶν ὁ θεῖος ἄνθραξ, ὁ τὸν ἐκ τῆς ἁμαρτίας καταφλέγων συρφετὸν, καὶ τὸν ἐκ τῆς ἀνομίας ἐκτήκων ῥύπον, καὶ ζέοντας ἡμᾶς ἀποτελῶν τῷ πνεύματι. Εἰ δὲ δὴ λέγοιτο τῇ λαβίδι λαμβάνεσθαι,