Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.188
Not analysed yet
λοιτο προσβαλεῖν ἑτέρως ταῖς τῶν εἰρημένων ἐννοίαις, συνήσει τοιῶσδε. Προαγορεύει μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, ὡς γινώσκων τὰ κεκρυμμένα, καὶ τὰ ἐσόμενα, καί φησιν, ὅτι πάντη τε καὶ πάντως ὄψονται μὲν καὶ ἀκούσονται, μενοῦσί γε μὴν ὡς μήτε ἀκηκοότες, μήτε συντιθέμενοι, καὶ τοῦτο παθόντες ἐκ μοχθηρᾶς αὐτοὶ τῆς ἰδίας γνώμης. Προσεπάγει δὲ τούτοις, ὅτι ταῦτα δρῶντες ἐκεῖνοι, ταῖς ἰδίαις ἐπιβουλεύουσι κεφαλαῖς. Ἠῤῥωστήκασι γὰρ τὸ δυσήκοον, καὶ τὸ μὴ δύνασθαι καθορᾷν, «Ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ ἐπιστρέψουσι, καὶ ἰάσομαι αὐτούς.» Αἴτιοι τοίνυν αὐτοὶ τῆς σφῶν αὐτῶν γεγόνασιν ἀπωλείας, μήτε τὸ οὖς παραθέντες τοῖς παρὰ Χριστοῦ λεγομένοις ὀξὺ, μήτε μὴν τὸν τῆς ἑαυτῶν διανοίας ἀνευρύνοντες ὀφθαλμόν. Εἰ γὰρ τοῦτο ἔδρων, ὑπέστρεψαν ἂν, καὶ τῆς καθηκούσης θεραπείας τετυχηκότες, σῶόν τε καὶ ὑγιᾶ τὸν ἑαυτῶν διεσώσαντο νοῦν. Καὶ εἶπα· Ἕως πότε, Κύριε; Καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ οἱ καταλειφθέντες πληθυνθήσονται ἐπὶ τῆς γῆς. Δέδιεν ὁ προφήτης, μὴ ἄρα διηνεκὴς, καὶ ἀκατάληκτος ἐπενήνεκται τοῖς ἐξ Ἰσραὴλ ἡ πώρωσις. Ταύτῃ τοι καὶ διαμαθεῖν ἀξιοῖ τὸν χρόνον, καθ' ὃν ἔσται τοῦτο αὐτοῖς, καὶ μέχρι τίνος παρατείνει τὸ ἀῤῥώστημα. Καὶ πρός γε δὴ ταῦτα Θεὸς προαγορεύει τὴν δῄωσιν αὐτῶν τε τῶν Ἱεροσολύμων, καὶ ἁπάσης τῆς Ἰουδαίων χώρας, καί φησιν· «Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους.» Ὃ δὴ καὶ εἰς πέρας ἐκβέβηκεν, Οὐεσπασιανοῦ τε καὶ Τίτου καταδῃωσάντων τὴν Ἰουδαίαν μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ ἀνάληψιν τὴν εἰς οὐρανούς. Ὅτι δὲ οὐ μέχρι τοῦ ταῦτα παθεῖν, ἐκμετρηθήσεται τοῖς ἀπειθοῦσιν ἡ κόλασις, οὔτε μὴν εἰς ἅπαν ἤγουν ὁλόῤῥιζος ὁ Ἰσραὴλ οἰχήσεται, καταμηνύει λέγων· «Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ οἱ καταλειφθέντες, πληθυνθήσονται ἐπὶ τῆς γῆς.» Ἐμακρύνθησαν μὲν γὰρ ἀπὸ Θεοῦ, καὶ ἁγίους ἀπεκτονότες, προσθέντες δὲ τὸν ἀρχηγὸν τῆς ζωῆς. Οἱ δὲ δὴ καταλειφθέντες, τοῦτ' ἔστιν, οἱ περισεσωσμένοι, καὶ πεπιστευκότες εἰς Χριστὸν, οἳ καί εἰσι τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, ἐν πολλῇ, φησὶν, ἔσονται πληθύϊ. Πεπίστευκε γὰρ οὐ βραχὺ μέρος τοῦ Ἰσραὴλ, καὶ τοῦτο ἐν ἀρχαῖς τοῦ βιβλίου καὶ αὐτὸς ὁ μακάριος προφήτης Ἡσαΐας μεμήνυκε, λέγων· «Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γομόῤῥα ἂν ὡμοιώθημεν.» Δοκεῖ δέ τισι καὶ ἑτέρως νοεῖν τῶν προκειμένων τὴν δύναμιν. Διερωτῶντος δὲ τοῦ προφήτου, καὶ ἀναμαθεῖν ἐθέλοντος εἰς τίνα καὶ πόσον ἐκταθήσεται καιρὸν ἡ πώρωσις, ἀποκρίνεται Θεός· «Ἕως ἂν ἐρημωθῶσιν αἱ πόλεις, παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους·» ἵνα διὰ τούτου νοῶμεν τὸν τῆς συντελείας καιρόν. Δεῖ γὰρ πρότερον πολέμους ἡμᾶς