Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.189
Not analysed yet
ἀκοῦσαι, καὶ ἀκοὰς πολέμων, ἀναστῆναί τε ἔθνος ἐπ' ἔθνος, καὶ βασιλείας ἐπὶ βασιλείας, ἐρημωθῆναί τε πόλεις, καὶ οἴκους, εἶθ' οὕτω τὸ τέλος· μεθ' ὃν μακρύνονται λοιπὸν οἱ ἄνθρωποι, μετὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, τὸν εὐαγῆ καὶ μακραίωνα διαζῶντες βίον, ἀνῃρημένης εἰς ἅπαν τῆς φθορᾶς, καὶ κατηργημένου τοῦ θανάτου, καὶ ἁπάσης ἁμαρτίας ἐξῃρημένης. Ὅτι δὲ πεπώρωται ὁ Ἰσραὴλ, κεκλήσεταί γε μὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, τῆς θεοπνεύστου Γραφῆς λεγούσης σαφῶς τε καὶ ἐναργῶς, εἰκαῖον οἶμαι τὸ διατείνεσθαι, καὶ ζητεῖν τὰ τελοῦντα πρὸς πληροφορίαν. Καὶ ἔτι ἐπ' αὐτῆς ἐστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσονται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἀπὸ τῆς θήκης αὐτοῦ. Διαμέμνηται καὶ νῦν ἱστορίας ὁ προφητικὸς ἡμῖν λόγος, ἢν ἀναγκαῖον, ὡς ἔοικεν, εἰπεῖν· ἔσται γὰρ οὕτω σαφὲς τὸ δηλούμενον. Καταστρατευόντων τοιγαροῦν τῆς Ἰουδαίων χώρας, ὡς ἤδη προεῖπον, Οὐεσπασιανοῦ τε καὶ Τίτου, δεδαπάνηται μὲν ἡ τῶν Ἰουδαίων χώρα, πόλεσί τε ὁμοῦ καὶ αὐτοῖς οἴκοις ἐμπεπρησμένη, θέαμα δεινὸν, καὶ παντὸς οἴκτου μεστὸν τοῖς ὁρῶσιν ἦν, ὀλιγανδρίας ἥκειν εἰς τοῦτο λοιπὸν τὸ ἔθνος αὐτοῖς, ὡς τῆς ἀληθείας οὐκ ἀφαμαρτεῖν τὸν λέγοντα, περιλελεῖφθαι μόλις ἐν αὐτῇ τοῦ παντὸς δήμου τὸ ἐπιδέκατον. Εἶτα διατετελέκασι χρόνους τινὰς τρεφόμενοι μὲν ἐν εἰρήνῃ, πλὴν οὐκ ἔξω δειμάτων, τοῦ καὶ εἰσαῦθις παθεῖν τὴν δῄωσιν, ὃ δὴ καὶ γέγονεν. Ἀδριανὸς γὰρ κατὰ καιροὺς τῶν Ῥωμαίων βασιλείας διέπων τοὺς θάκους, καὶ μὴν Ἀντίοχος ἐπίκλην Ἐπιφανὴς, κατέδραμον τῆς Ἰουδαίων χώρας, καὶ οὐδὲν ἦν ἐν μείοσι τῶν πάλαι κακῶν προσερημουμένων λειψάνων, πεμπομένων εἰς αἰχμαλωσίαν τῶν κατειλημμένων, ὅτε καὶ τὰ τῶν Μακκαβαίων συνέβη γενέσθαι πάθη. Τῶν τοιούτων διηγημάτων ἡμῖν ποιεῖται τὴν μνήμην ἐν προηγορεύσει πάλιν ὁ τῶν ὅλων Θεὸς καί φησιν· «Ἔτι ἐπ' αὐτῆς ἐστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομήν.» Οὐ γὰρ ἔξω φροντίδος κείσεται, φησὶ, κἂν εἰ ἐν λειψάνοις γένοιτο, καὶ τοῦτο μικροῖς, τῶν Ἰουδαίων ὁ δῆμος· ἀλλ' ἔσται πάλιν εἰς προνομήν. Γενήσεται δὲ ἡ χώρα καὶ τότε πάλιν αὐτοῖς ὡς τερέβινθος, καὶ αὐτοὶ δὲ ὡς βάλανος, ὅτε ἐκπέσῃ ἀπὸ τῆς θήκης αὐτοῦ. Φυτὸν μὲν γὰρ ἡ τερέβινθος, ἀλλ' εἰ γένοιτο τῶν φύλλων ἀποβολὴ, πολὺ δὴ λίαν ἔχει τὸ ἀτερπὲς, ξηροτάτους ἔχων τοὺς κλῶνας. Κατὰ τοῦτον οἶμαι τὸν τρόπον, καὶ χώρα παθοῦσα τῶν ἐνοικούντων αὐτὴν ἐρήμωσιν, ἐν ἴσῳ που πάντως ξηροῖς ἔσται φυτοῖς, τοῖς κατ' αὐτὴν οὐκ ἔχουσι τὴν ἄνθην, ἀλλὰ καὶ αὐτῆς παθούσης τῆς φυλλίδος τὴν ἀποβολήν. Ὁμοίως ἡ βάλανος καρπὸς μέν ἐστι δρυός· ὅταν δὲ τῆς θήκης ἐκπέσῃ, τότε παρακείσεται τοῖς εἰωθόσιν αὐτὴν κατανέμεσθαι τῶν ζώων. Οὐκοῦν ἡ μὲν τῶν Ἰουδαίων χώρα μεμίμηται τὴν τερέβινθον ἀποβαλοῦσαν τὰ φῦλλα. Οἱ δὲ ταύτης ἀποπεπτωκότες διὰ τοῦ δραμεῖν εἰς αἰχμαλωσίαν, ὡς βάλανοι κείσονται, μονονουχὶ θήκης ἰδίας ἐκπεπτωκότες τῆς ἐνεγκούσης αὐτούς. Τοιοῦτόν τι καὶ ὁ Σολομών φησιν· «Ὥσπερ ὄρνεον ὅταν ἐκ-