Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.197
Not analysed yet
ἐχθρῶν θυμὸς ἐμός. Ἀλλ' εἰ γένοιτο, φησὶ, τὰ ἐξ ὀργῆς κατά τινων, ἰάσομαι πάλιν τοὺς πεπονθότας. Ὁ γὰρ παραδοὺς ἐξ ὀργῆς, ἐξελεῖται ῥᾳδίως δι' ἔμφυτον ἡμερότητα καὶ φιλανθρωπίαν. Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ, καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτοῖς τὸν υἱὸν Ταβεήλ· τάδε λέγει Κύριος Σαβαώθ· Οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται. Οὔτε τῶν κατ' αὐτοῦ σκευωρημάτων τὴν ἀπαγγελίαν ἀπιστεῖσθαι συγχωρεῖ, οὔτε μὴν ἐφίησι περισσῶς συνθραύεσθαι δείματι. Βεβαιώσας δὲ μᾶλλον, καὶ ἀληθεῖς ἀποφήνας τὰς κατ' αὐτοῦ συναινέσεις ἤγουν συμφωνίας τῶν δύο βασιλέων, ὑπισχνεῖται τὴν ἐπικουρίαν μετατάττων ἐπὶ τὸ ἐπ' αὐτῶν μᾶλλον ἐρηρεῖσθαι δεῖν, καὶ μὴ ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις, καὶ τοῖς τῶν ψευδομαντέων λόγοις, οἳ μυρία μὲν ὅσα κατὰ γνώμην φασὶ τοῖς τὰς πεύσεις προσάγουσι, λαλοῦσί γε μὴν τῶν ἀληθῶν οὐδέν. Ὅτι τοίνυν ἐβουλεύσαντο, φησὶν, ἀνελθεῖν μὲν εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλῆσαι τοῖς ὑπὸ χεῖρα σὴν, ἀναπεῖσαί τε ταῖς αὐτῶν ἕπεσθαι γνώμαις, ἀληθὲς καὶ ὡμολογημένον. Βούλονται γὰρ ἐπιστῆσαι τὸν τοῦ Ταβεὴλ υἱόν. Ἀλλ' οὐκ ἔσται τοῦτο, φησίν. Καὶ τίς ὁ ὑπισχνούμενος; Κύριος Σαβαὼθ, τοῦτ' ἔστι, Κύριος τῶν δυνάμεων, ἤτοι ἐκ στρατιῶν· οὗ δὴ συννεύοντος τὸ χρῆναι νικᾷν, οἷς ἂν ἕλοιτο τυχὸν, τίς ὁ ἀναστρέψων τὰ ἐψηφισμένα; Καὶ τοῖς θείοις αὐτοῦ κρίμασιν, τίς ὁ ἀντεξάγειν δυνάμενος; Βεβαιοῖ τοιγαροῦν εἰς πίστιν τοὺς ἀπίστους ἔτι. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες, καθὰ καὶ αὐτὸς εἴρηκεν ὁ Σωτήρ. Ἰστέον δὲ ὅτι υἱὸν μὲν τοῦ Ἀρὰμ τὸν Σύρον ἀποκαλεῖ, τοῦτ' ἔστι, τὸν Ῥαασσὼν, τοῦ γε μὴν Ῥομελίου τὸν Φακεὲ, ὃς βεβασίλευκεν ἐπὶ τὸν Ἰσραὴλ, τοῦτ' ἔστι, τῶν δέκα φυλῶν ἐν τῇ Σαμαρείᾳ. Ἀλλ' ἡ κεφαλὴ Ἀρὰμ Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥαασσών· ἀλλ' ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν, ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ, καὶ ἡ κεφαλὴ Ἐφραῒμ Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων, υἱὸς τοῦ Ῥομελίου. Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε. Τοῖς διατρανοῦν, ἐθέλουσι τὰ ἐν τῇ θεοπνεύστῳ Γραφῇ, χρεία δὴ πάντως καὶ ἀφηγήσεως ἱστοριῶν, ἵνα πανταχόθεν τὸ ἀληθὲς τοῖς θείοις ἕπηται λόγοις. Ἐξηγεῖται τοίνυν ὁ προφήτης τὰ ἐν τοῖς ἱεροῖς Γράμμασι, δι' ὧν ἔστι μάλιστα ταῖς τῶν προκειμένων ἐννοίαις ἄριστα προσβαλεῖν. Οὐκοῦν ἐν καιροῖς βασιλείας τοῦ Ἄχαζ συμπεφωνήκασι μὲν μετὰ τοῦ Ἰούδα καὶ τῶν Ἱεροσολύμων ὅ τε Ῥαασσὼν βασιλεὺς Συρίας καὶ Δαμασκοῦ, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεύων ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ Σαμαρείᾳ. Δεδιὼς τοίνυν τὴν ἔφοδον ὁ Ἄχαζ πείθει χρήμασι τὸν Θεγλαφαλλασὰρ τῶν Ἀσσυρίων βασιλέα ἐπαμῦναί τε ἑαυτῷ, καὶ τῶν συμπεφωνηκότων ἀνατρέψαι τὴν ἔφοδον. Ὃς καὶ ἐλθὼν ἀνεῖλε μὲν τὴν Δαμασκὸν, μητρόπολιν οὖσαν τῶν Σύρων, ἀπέκτεινε δὲ καὶ αὐτὸν τὸν Ῥα-