Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.196
Not analysed yet
ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως. Καὶ ἐρεῖς αὐτῷ, Φύλαξαι τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων. Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. Οἰκτείρμων ὄντως καὶ ἐλεήμων ὁ Κύριος, καὶ πάντας ἀνθρώπους ἐθέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· οἰκονομεῖ δὲ πάντα σαφῶς, καὶ καταλειαίνων ἑκάστῳ τῆς σωτηρίας τὴν ὁδόν. Καὶ τοῦτο ἡμῖν ἐξ αὐτῶν ἔνεστι τῶν πραγμάτων οὕτως ἔχον ἰδεῖν. Ἀνὴρ μὲν γὰρ γέγονεν εἰδωλολάτρης ὁ Ἄχαζ, βδελυρὸς καὶ βέβηλος. Ἐπειδὴ δὲ ἦν ἐν ἀφύκτοις ἤδη κακοῖς, καὶ μονονουχὶ μεθύοντα ταῖς συμφοραῖς ὁ φιλοικτείρμων τεθέαται, προστίθησιν εὐθὺς τὸ ἐξεῖναι μεταλαχεῖν τῆς παρ' αὐτοῦ σωτηρίας, ὑπισχνεῖται δὲ τὴν ἐπικουρίαν, ἵνα παύσῃ μανίας εἰδωλομανοῦς, καὶ ἀποσχέσθαι παρασκευάζῃ τῶν ἤδη προσεπταισμένων, καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐκδέξασθαι φῶς. Προστάττει τοίνυν ὁ προφήτης ὑπαντῆσαί τε αὐτῷ συνόντος Ἰασοῦμ, ὃς ὑπόλειμμα καὶ ὑπολελειμμένος ἑρμηνεύεται· μονονουχὶ τοῦ τύπου σημαίνοντος ὡς ἐν συμβόλῳ τῷ Ἄχαζ, ὅτι σωθήσεται τὸ ὑπόλειμμα τοῦ Ἰούδα μετὰ Θεοῦ μεμενηκός. Θεοῦ γὰρ εἰς τύπον ὁ προφήτης λαμβάνεται, εὖ δὲ δὴ σφόδρα τῆς ἐπικουρίας ποιεῖται τὴν ὑπόσχεσιν ἐπὶ τῇ κολυμβήθρᾳ τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως. Τύπος δὲ πάλιν ἡ κολυμβήθρα τῆς σωτηρίου πηγῆς τοῦ ἁγίου βαπτίσματος, ἣ καὶ εἰς ὁδὸν ἡμᾶς ἀποφέρει τὴν ἄνω, καὶ τοῦ νοητοῦ κναφέως, τοῦτ' ἔστι, τοῦ πάντα ῥύπον ἡμῶν ἐκσμήχοντος, καὶ ἀπαλλάττοντος μολυσμῶν. Ἀσφαλὴς οὖν ἡ ὑπόσχεσις, καὶ ὡς ἐν τύπῳ τῆς μερικῆς τῆς καθόλου καὶ διὰ Χριστοῦ, σοφὸν δέδοται τῷ προφήτῃ τὸ αἴνιγμα. Φησὶ δὲ τὸ, «Φυλάσσου τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων.» Καὶ τὸ μὲν ἐπιτάττειν ἠρεμεῖν καὶ φροντίδων δίχα διατελεῖν, καὶ μὴν καὶ δειμάτων ἀπαλλάττεσθαι χαλεπῶν· καλοῦντος ἦν ἄρα καὶ μάλα ἐμφρόνως εἰς εὐπείθειαν, καὶ οἱονεὶ εἰς ἀρχὰς ἀναφέροντος τοῦ χρῆναι τιμᾷν τοὺς περὶ Θεοῦ λόγους, καὶ οἷς ἂν λέγοι τὸ ἀληθὲς ἑτοίμως ἐπιψηφίζεσθαι. Δαλοὺς δὲ καὶ ξύλα καπνιζόμενα καλεῖ, τοὺς κατ' αὐτοῦ συμπεφωνηκότας, ὡς ὅσον οὐδέπω πεπαυσομένους καὶ αὐτοῦ τοῦ εἶναι, καὶ τῆς βασιλείας. Ὥσπερ γὰρ ξύλον ἤγουν ὁ δαλὸς, ὅταν ἐξέληται τοῦ πυρὸς, καπνίζεται μὲν, πλὴν ἐν καταλήξει γίνεται, τοῦ καὶ ἔτι τὸ πῦρ ἔχειν ἐν ἑαυτῷ· κατὰ τὸν ἶσον, οἶμαι, τουτονὶ τρόπον, καὶ ἄνθρωπος μέλλων ἢ ζωῆς ἢ πράγματος ἐν καταλήξει γίνεσθαι, λέγοιτ' ἂν εἰκότως δαλὸς ἢ ξύλον καπνιζόμενον ἔτι. Ἐπειδὴ δὲ ἠπίστοιτο περιδεεῖς μάλιστα γεγονότας, καὶ ἐν κατηφείᾳ πολλῇ, διά τε τὸ ἡττᾶσθαι μεμαχημένους πρὸς Φακεὲ, ὅτε καὶ πεπτώκασιν, ὡς ἔφην, ἑκατὸν εἴκοσι χιλιάδες ἐκ τοῦ Ἰούδα ἐν ἡμέρᾳ μιᾷ· καὶ τούτων ἐξίστησι τῶν δειμάτων αὐτοὺς, καί φησιν· «Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι·» τοῦτ' ἔστιν, οὐδ' ἂν ἐκεῖνοι πεπτώκασιν, εἰ μὴ δέδωκεν αὐτοὺς ὑπὸ χεῖρα τῶν