Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.201
Not analysed yet
καὶ τοῖς τῶν ψευδομάντεων φενακίζεσθαι λόγοις, κινδύνων αὐτοῖς ἐπηρτημένων, προανακόπτει τρόπον τινὰ τοῦτο μέλλοντα ποιεῖν Ἄχαζ, καὶ πρὸς τὸ τεταχέναι τι σημεῖον, οὐκ ἐκ τῶν συνηθῶν αὐτῶν τεμενῶν, οὐδ' ἐκ τῶν ψευδομάντεων ἔτι, μᾶλλον δὲ παρὰ Κυρίου τοῦ Θεοῦ. Καὶ τὸν τῆς αἰτήσεως τρόπον ταῖς αὐτοῦ ψήφοις ἀπονενέμηκεν εἰπών· «Εἰς βάθος ἢ εἰς ὕψος,» τοῦτ' ἔστιν, ἢ εἰς οὐρανὸν, ἢ εἰς γῆν, καὶ τὰ ἔτι κατωτέρω. Καὶ πεπληροφόρηκεν διὰ τούτου, καὶ δίδωσι νοεῖν, ὅτι Θεὸς ὑπάρχων τῶν ὅλων καὶ Κύριος, ἐπ' ἐξουσίας ἐργάζεται τὸ δοκοῦν, κἂν εἴτε τι τῶν ἐν οὐρανῷ βλέπειν βούλοιτο, κἂν εἴτε τι τῶν ἐπὶ τῆς γῆς. Παραιτεῖταί γε μὴν ὁ Ἄχαζ, οὐχ ὡς Θεὸν αἰδούμενος, περιυβρίζων δὲ μᾶλλον ὁ δείλαιος, κἂν εἰ τοῖς ἐξ εὐλαβείας ἐπισεμνύνοιτο λόγοις. Οὐ γὰρ μὴ αἰτήσω, φησὶν, οὐδ' οὐ μὴ πειράσω τὸν Κύριον. Ἐπειδὴ γὰρ Θεοῦ προστάττοντος αἰτεῖν, τὸ μὴ αἰτεῖσθαι θέλειν ἐναργὲς ἔχει τὸ δυσσεβὲς, ὑποπλάττεται τὸ μὴ πειρᾶσθαι θέλειν αὐτὸν, καὶ νομικὸν ὥσπερ προΐσχεται λόγον· «Οὐ γὰρ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.» Καίτοι πῶς οὐχ ἁπαστισοῦν τῆς τοῦ Ἄχαζ σκαιότητος καταβοήσει λόγος; Αὐτοῦ γὰρ ἐφιέντος αἰτεῖν τοῦ Θεοῦ, πῶς οὐκ ἄμεινον τὸ ἑλέσθαι μᾶλλον ἐκεῖνο δρᾷν, ὃ προστέταχεν, ἢ δυστρόπως εὑρεσιλογεῖν, καὶ πρόφασιν εὐπειθείας ποιεῖσθαι σαθρὰν τὸ, Οὐ μὴ πειράσω Κύριον; Ἀλλ' ἦν ὁ σκοπὸς αὐτῷ τοὺς μὲν ἄνωθεν καὶ παρὰ Θεοῦ μὴ προσίεσθαι λόγους, ψήφῳ δὲ μᾶλλον τῇ κρείττονι στεφανοῦντας τὸν χρησμολόγον, ψευδοεπείας καὶ ταῖς οἰωνῶν τάχα που περιεργάζεσθαι πτήσεσι, καὶ τὰς ἐκ τῶν δαιμονίων ἐπικουρίας αἰτεῖν. Καὶ εἶπεν· Ἀκούσατε δὴ, οἶκος Δαβὶδ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Ἀπειρηκότος τοῦ Ἄχαζ τοῦ σημείου τὴν αἴτησιν, οὐκ ἀνεχομένου τε τιμᾷν ἢ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, καὶ τῶν ὅλων Κύριον, ὅτι μὴ εἰς ἅπαν ἀγνοηθήσεται παρὰ τοῦ Ἰσραὴλ, μήτε μὴν τὸν ἴδιον ἀπολέσει κλῆρον, ἀλλ' ἐπιγνώσονται κατὰ καιροὺς, αὐτὸν πειρᾶται διδάσκειν. Πλὴν οὐκέτι λόγου μὲν ἀξιοῖ τὸν Ἄχαζ, ὑβριστὴν ὄντα καὶ θεομισῆ, προσπεφώνηκε δὲ μᾶλλον τῷ οἴκῳ Δαβὶδ, τοῦτ' ἔστι, τοῖς ἐκ φυλῆς Ἰούδα, ἐξ ἧς καὶ αὐτὸς γέγονε τὸ κατὰ σάρκα Χριστός. Ἀνεξικάκῳ[ς] δὲ λίαν ὡς Θεὸς ποιεῖται τὴν προαγόρευσιν. Προαιτιασάμενος γὰρ ὅτι πεποίηται παρ' οὐδὲν τὸ καὶ αὐτῷ προσκροῦσαι τῷ πάντα ἰσχύοντι Θεῷ, καὶ οἷον ἀγῶνας αὐτῷ καὶ καμάτους, τόγε ἧκον εἰς αὐτοὺς, σαλεύειν ἐπιχειρεῖν διά γε τοῦ μὴ θέλειν ὀρθοποδεῖν· τότε δὴ τότε τῆς καθόλου τε καὶ γενικωτάτης ἐπικουρίας ποιεῖται τὴν προανάῤῥησιν. Ὦ, τοίνυν, φησὶν, οἶκος Δαβὶδ, εἰ τὸ ἀνθρώποις προσκρούειν οὐκ ἀζήμιον, τί τῷ Κυρίῳ παρέχετε ἀγῶνα, τῷ κολάζειν μὲν οὐκ ἐθέλοντι, ἰσχύοντι δὲ τοῦτο δρᾷν καὶ λίαν εὐκόλως; Ἐπειδὴ δὲ παραιτεῖσθε τοῦ σημείου τὴν αἴτησιν, αὐτόμολός εἰμι πρὸς τοῦτο, φησίν· κἂν εἰ βούλοισθε νοσεῖν, ἐπάγω τὴν θεραπείαν, ἐπείπερ εἰμὶ χρηστὸς καὶ φιλάνθρωπος. Αὐτὸς ὑμῖν Κύριος