Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.204
Not analysed yet
δώσει σημεῖον, πληροφορῶν ὅτι καὶ σωθήσεται κατὰ καιροὺς ὁ πεπλανημένος Ἰσραὴλ, καὶ οὐκ ἀγνοήσει τὸν Δεσπότην, ἀλλ' ἔσται προσκυνητὴς τοῦ σεσωκότος Θεοῦ. Κατώρθωται δὲ τοῦτο διὰ Χριστοῦ κεκληκότος εἰς ἐπίγνωσιν τὸν Ἰσραὴλ, καὶ ἁπάσης αὐτὸν ἀπαλλάξαντος. ἁμαρτίας, καὶ τοῦ προσκυνεῖν ἐθέλειν ξύλοις καὶ λίθοις. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξασθαι τὸ ἀγαθόν. Διότι πρινὴ γνῶναι τὸ παιδίον ἀγαθὸν καὶ κακὸν, ἀπειθεῖ πονηρίᾳ, ἐκλέξασθαι τὸ ἀγαθόν. Καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ, ἔρημος ἀπὸ προσώπου τῶν δύο βασιλέων. Ἐκδεδώκασι μέν τινες τῶν τὰς θείας ἑρμηνευσάντων Γραφὰς, τὸ, Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ ἕξει. Δοκεῖ γε μὴν Ἰουδαίοις τῷ τῆς νεάνιδος ὀνόματι κατασημαίνεσθαι δεῖν τὴν τοῦ Κυρίου Μητέρα, καὶ οὐχὶ δὴ μᾶλλον καλεῖσθαι παρθένον. Οἴονται γὰρ ὅτι τὴν τοῦ μυστηρίου δύναμιν ἀπρακτῆσαι θέμις, εἰ νεᾶνις λέγοιτο, καὶ οὐχὶ δὴ μᾶλλον παρθένος. Ἀμαθαίνοντας δὲ κατὰ πολλοὺς τρόπους κατίδοι τις ἂν αὐτούς. Πρῶτον μὲν γὰρ, κἂν εἰ λέγοιτο νεᾶνις ἡ παρθένος, οὐκ ἔξω κείσεται τοῦ εἶναι παρθένος. Εἶτά φασι περὶ τῆς τοῦ Ἄχαζ γυναικὸς τὸν προφήτην εἰπεῖν τὸ, Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, ἵνα νοῶμεν τὸν Ἐζεχίαν τὸν ἐξ αὐτοῦ γεγονότα. Ἀλλὰ τοὺς τῆς προφητείας οὐ βασανίζοντες λόγους, τὸ ἀπερισκέπτως δοκοῦν ἁρπάζουσιν, εἶτα τὸν ἑαυτῶν οἴονται σκοπὸν ἐμπεδοῦν διὰ τούτου καὶ μόνου. Ἀλλ', ὦ βέλτιστοι, φαίη τις ἂν πρὸς αὐτοὺς, τίς τὸν Ἐζεχίαν ἐκάλεσεν Ἐμμανουήλ; Ἢ πόθεν ἂν ἐπιδείξειαν ὅτι πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακὸν ἠπείθησε πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· Οὐκοῦν ἐῤῥῶσθαι φράσαντες ταῖς ἐκείνων τερθρείαις, τὸ ὀρθῶς τε καὶ ἀληθῶς ἔχον παραδεξόμεθα, τὴν ἁγίαν Παρθένον διὰ τῆς προκειμένης ἡμῖν προφητείας κατασημαίνεσθαι παρὰ Θεοῦ πιστεύοντες. Οὕτω γὰρ ἔσται παράδοξον ἀληθῶς καὶ ὑπερμέγεθες τὸ σημεῖον, εἰς βάθος τε ὁμοῦ καὶ ὕψος κατά γε τὴν θείαν ὑπόσχεσιν γεγονός. Ὁ γὰρ ἄνωθεν καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν γεγενημένος Υἱὸς μονογενὴς, κεκένωκεν ἑαυτὸν, καὶ λαγόνων ἐξεδόθη τῶν παρθενικῶν τὸ κατὰ σάρκα, οὐκ ἐξ ἀνθρωπίνης καταβολῆς λαβούσης τὴν γένεσιν, ἀλλ' ἐκ δυνάμεώς τε καὶ ἐνεργείας τοῦ ἁγίου Πνεύματος. Οὕτω γὰρ εἴρηται πρὸς τὴν ἁγίαν Παρθένον διὰ φωνῆς τοῦ μακαρίου Γαβριήλ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σε.» Τέξεται τοίνυν, φησὶν, υἱόν. Καὶ σὺ, ὦ οἶκος Δαβὶδ, ὁ νῦν, φησὶ, παραιτούμενος τὸ ἐπὶ Θεῷ πεποιθέναι, καὶ παρ' αὐτοῦ σημεῖον αἰτεῖν, εἰς βεβαίωσιν ὧν ἐπήγγελται, διὰ τὸ προσκεῖσθαι μᾶλλον εἰδώλοις, καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, τοῦτ' ἔστιν, ὁμολογήσεις τὸν Θεὸν ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα. Ὅτε γὰρ πέφηνε καθ' ἡμᾶς