Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.233
Not analysed yet
τρόπον. Ἔστι δὲ οὕτως. Ἰουδαῖοι μὲν γὰρ ἐδεδίεσαν οὐ μικρῶς μὴ ἄρα πως Θεῷ προσκρούσειαν, διωθούμενοι μὲν τῆς ἐν νόμῳ πολιτείας τὴν ὁδόν· προσιέμενοι δὲ τοῦ Σωτῆρος τὸν λόγον ἀφιστάντος τῶν τύπων, καὶ παρ' οὐδὲν ἡγεῖσθαι προστάττοντος τὴν σκιάν. Καὶ γοῦν ἔφασκον περὶ αὐτοῦ· «Εἰ οὖν οὗτος ὁ ἄνθρωπος παρὰ Θεοῦ, οὐκ ἂν ἔλυε τὸ Σάββατον.» Ὅτι τοίνυν εἰ καὶ ἧσαν ἐξ Ἰουδαίων οἱ θεσπέσιοι μαθηταὶ, παραιτεῖσθαι χρῆν αὐτοὺς τὸν τῶν ἀπειθούντων φόβον, δεδιότων, ὡς ἔφην, προσκροῦσαι τῷ νόμῳ, διά γε τοῦ ζῇν ἑλέσθαι μᾶλλον εὐαγγελικῶς, παρεγγυᾷ λέγων· Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδ' οὐ μὴ ταραχθῆτε· ἁγιαζέσθω δὲ μᾶλλον, φησὶ, παρ' ὑμῶν ὁ τῆς δόξης Κύριος, τοῦτ' ἔστιν, ὁ Χριστὸς, καὶ τιμάσθω τῇ πίστει, καὶ φοβερὸς ἔστω παρ' ὑμῖν. Ἔσται γὰρ οὕτως ὑμῖν ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσετε αὐτῷ, οὐδὲ ὡς πέτρας πτώματι. Δύο τίθησιν ἐν αὐτῷ μεγάλα καὶ ἐξαίρετα. Πρῶτον μὲν γὰρ, ἁγιάσει, φησὶν, ὑμᾶς τοὺς πιστεύοντας, καὶ μετόχους ἀποφανεῖ τῆς θείας αὐτοῦ φύσεως διὰ τοῦ ἁγίου Πνεύματος· κερδανεῖτε δὲ πρὸς τούτῳ, τὸ μήτε ὡς λίθῳ, μήτε μὴν ὡς πέτρᾳ σκανδάλου περιπεσεῖν. Ὃ δὴ καὶ πεπόνθασιν οἱ τάλανες Ἰουδαῖοι διὰ πολλὴν ἄγαν ἀμαθίαν λέγοντες· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσῆ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Οὐκοῦν ἐπειδήπερ οὔτε ἡγίασαν αὐτὸν, οὔτε μὴν ἤθελον ἐπ' αὐτῷ πεποιθέναι, μεμενήκασι μὲν ἁγιασμοῦ παντελῶς ἀμέτοχοι, προσπταίσαντες δὲ ὡς λίθῳ πεπτώκασι, καὶ ἐν παντὶ γεγόνασι κακῷ. Ο δὲ οἶκος Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ· διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ, καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν, καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες. Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. Ὁ σοφὸς ἔφη Παροιμιαστής· «Υἱὲ, μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλοὺς, ἀλλ' ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν.» Πρέποι γὰρ ἂν τούς γε ἀληθῶς ἀρτίφρονας, μὴ τῆς τῶν φαύλων σκαιότητος, ἀλλὰ τῆς τῶν ἀγαθῶν ἐπιεικείας γενέσθαι μιμητάς. Οὐκοῦν ἐπειδήπερ τοῖς ἁγίοις συνεβούλευε μαθηταῖς, ἁγίασμα μὲν ποιεῖσθαι Χριστὸν, πεποιθέναι δὲ μᾶλλον ἐπ' αὐτῷ, καὶ τὰς τῶν διωκόντων ἀπονοίας ἡγεῖσθαι μηδὲν, προσεπήγαγεν ἀναγκαίως, ὅσα τε καὶ οἷα τοῖς ἀπειθεῖν ᾑρημένοις συμβήσεται βλάβη. Ὁ γὰρ οἶκος, φησὶ, τοῦ Ἰακὼβ, τοῦτ' ἔστιν, Ἰουδαῖοι, πλείστην τε ὅσην καὶ ἀκατάληκτον τὴν κατὰ Χριστοῦ νοσοῦντες ἀπόνοιαν, ἔσονται προσεοικότες τοῖς ἐν παγίδι γεγονόσιν, καὶ τεθηρευμένοις εἰς ὄλεθρον. Ἢ καὶ τοῖς ἐν κοιλάσμασι, τοῦτ' ἔστι, τοῖς εἰς βόθρον ὠλισθηκόσιν. Ταύτης τε ἕνεκα τῆς αἰτίας ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ, καὶ πεσοῦνται, καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν, τοῦτ' ἔστιν, ἐγγὺς ἔσονται καὶ οὐ μακρὰν τοῦ κατασίνεσθαι πεφυκότος. Ἔσονται γὰρ ἀνίσχυες καὶ συντετριμμένοι, καὶ τοῖς πολεμοῦσιν ἁλώσιμοι. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον ὑπὸ Θεοῦ. Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν· καὶ ἀσθενήσουσιν ἐν αὐ-