Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.232
Not analysed yet
Οὕτω λέγει Κύριος· Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι, τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες· Μήποτε εἴπωσι, Σκληρόν. Πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστιν. Ἔφην ὅτι τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν τὸ πρόσωπον ἑαυτῷ περιτιθεὶς ὁ μακάριος προφήτης, ἔθνεσίν τε καὶ Ἰουδαίοις ἡττᾶσθαι Χριστῷ συνεβούλευσεν, ὑπακοῦσαί τε αὐτῷ καὶ τοὺς μέχρις ἐσχάτων τῆς γῆς. Εἶτα Θεὸς πρὸς αὐτὸν μονονουχὶ καὶ καταθαυμάζων τὴν τοῦ Ἰσραὴλ σκαιότητα καὶ τὸ λίαν ἀμαθὲς, Τῇ ἰσχυρᾷ χειρὶ, φησὶν, ἀπειθοῦσιν. «Παναλκὴς γὰρ,» καὶ ἄθραυστος, καὶ πάντα ἰσχύουσα δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα· ὁ καταργήσας θάνατον, καὶ συντρίψας τὸν Σατανᾶν, καὶ σκυλεύσας τὸν ᾅδην, καὶ ἀφθαρσίαν δωρούμενος τοῖς ὑπὸ φθορὰν, καὶ ἀνακαινίζων τὰ πάντα πρὸς τὸ ἐν ἀρχαῖς. Οὕτω καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς οἱ ἐν Χριστῷ σεσωσμένοι φασίν· «Δεξιὰ Κυρίου ὕψωσέ με, δεξιὰ Κυρίου ἐποίησε δύναμιν.» Εἴρηται δὲ καὶ ἐν ᾨδαῖς· «Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ· ἡ δεξιά σου χεὶρ, Κύριε, ἔθραυσεν ἐχθρούς.» Οὐκοῦν ἀνοσιότητός τε ὁμοῦ, καὶ μὴν καὶ φρενοβλαβείας εἰς τοῦτο διεληλάκασιν, ὡς τῇ ἰσχυρᾷ χειρὶ τῇ σωζούσῃ ῥᾳδίως ἀπειθεῖν ἑλέσθαι, καὶ παρ' οὐδὲν ἡγεῖσθαι τὸ πρᾶγμα. Ἀπειθοῦσι δὲ ὁμοίως τῇ πορείᾳ τοῦ λαοῦ τούτου, φησίν· οὗ τὸ πρόσωπον ἀναλαβὼν ἔφασκεν εὐθύς· Μεθ' ἡμῶν ὁ Θεός. Ὁποία δέ τίς ἐστιν ἡ πορεία τοῦ λαοῦ; Τῶν ἐχόντων τὸν Ἐμμανουὴλ ἡ πίστις ἡ εἰς αὐτὸν, ἡ εὐαγγελικὴ πολιτεία, παρεωραμένης τῆς ἐν νόμῳ καὶ ὡς ἐν σκιαῖς. Ἀπειθοῦσι δὲ τῇ πορείᾳ τοῦ λαοῦ τούτου λέγοντες· Μή ποτε εἴπητε, Σκληρόν. Πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστι. Σκληρὸν γὰρ εἶναί πως τοῖς Ἰουδαίοις ἐδόκει τῶν ἁγίων ἀποστόλων ὁ λόγος, ὅτι περιστέλλοντες ὡς ἐν καιρῷ τῷ δέοντι τὴν σκιὰν, ζῇν οὐκ εἴων κατὰ τὸν Μωσέως νόμον, εὐαγγελικῶς δὲ μᾶλλον καὶ πνευματικῶς. Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδ' οὐ μὴ ταραχθῆτε, Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σοι φόβος. Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσετε αὐτῷ, οὐδ' ὡς πέτρας πτώματι. Προαιτιασάμενος τοὺς ἐξ Ἰσραὴλ ὡς ἀπειθεῖν ἑλομένους τῇ πορείᾳ τοῦ λαοῦ, τοῦ ἐν Χριστῷ δῆλον ὅτι, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων μυσταγωγίαις, μεθίστησι πρὸς αὐτοὺς τὸν τῆς παρακλήσεως λόγον, καὶ ἄθραυστον αὐτοῖς ἐνεργάζεται νοῦν, μὴ δὴ χρῆναι λέγων δεδιέναι τοὺς ἀπειθοῦντας αὐτοῖς, μήτε μὴν ὅλως τὸν ἐκ τῆς ἐκείνων σκαιότητος εἰσδέχεσθαι θόρυβον· τεθαῤῥηκότας δὲ μᾶλλον ἐπὶ Θεῷ, κατανεανιεύεσθαι τῶν ἐχθρῶν· εὖ εἰδότας ὅτι καὶ ὅπλον αὐτοῖς ἔσται, καὶ πύργος ἰσχύος, καὶ κατακρατήσουσιν εὐκόλως τῶν ἀνθεστηκότων. Ταύτῃτοί φησιν· Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδὲ ταραχθῆτε. Εἰ δὲ δή τις βούλοιτο ταῖς τῶν προκειμένων ἐννοίαις ἰσχνὸν ἐνιέναι τὸν νοῦν, καὶ καθ' ἕτερον αὐτὸ νοήσει