Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.240
Not analysed yet
Υἱοῦ. Ἕφη γὰρ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Πλὴν εἰ καὶ γέγονεν ἀδελφὸς, καὶ κεχρημάτικεν ἡμῶν πρωτότοκος διὰ τὸ ἀνθρώπινον, καίτοι Θεὸς ὑπάρχων, καὶ Υἱὸς μονογενὴς, ἀλλ' οὐκ ἠγνοήκαμεν αὐτοῦ τὴν δόξαν, καὶ τὴν κατὰ πάσης κτίσεως ὑπεροχήν. Ἴσμεν δὲ ὅτι δεδόμεθα αὐτῷ παρὰ Θεοῦ καὶ Πατρός. Καὶ τοῦτο αὐτὸς εὑρίσκεται λέγων πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς ἔδωκας.» Κύριος μὲν γὰρ τῶν ὅλων ἐστὶ κατὰ φύσιν ὁ Υἱός· καὶ συγκατάρχει παντὸς γενητοῦ τῷ Θεῷ καὶ Πατρί. Ἐπειδὴ καὶ γέγονεν ἄνθρωπος, ᾧ πάντα ἐστὶ θεόσδοτα καὶ εἰσκεκριμένα λέγεται λαβεῖν, ὧν ὑπῆρχε κύριος ὡς Θεός· «Αἴτησαι γὰρ,» φησὶ, «παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ἐπιγάννυται τοίνυν τοῖς ἐπ' αὐτῷ πεποιθόσιν, τοῦτ' ἔστι, τοῖς κεκλημένοις εἰς ἐπίγνωσιν ἀληθείας διὰ τῆς πίστεως· μόνον δὲ οὐχὶ καὶ χεῖρα προτείνων καταδείκνυσι, λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός.» Τίς οὖν ταῦτα λέγων; ὁ Ἐμμανουὴλ δηλονότι. Ὃς ἔσται, φησὶν, εἰς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Ἵνα γὰρ πιστεύσειαν οἱ κατὰ πᾶσαν τὴν γῆν, ὅτι Θεὸς ὢν φύσει γέγονεν ἄνθρωπος, καὶ τῶν ὅλων ὑπάρχων Κύριος, τὴν τοῦ δούλου πεφόρηκε μορφὴν οἰκονομικῶς δι' ἡμᾶς· πλεῖστά τε ὅσα κατὰ τὴν Ἰουδαίαν εἰργάσατο σημεῖα, καὶ τῆς θείας ὑπεροχῆς ἐνεργεστάτην ἀπόδειξιν ἐποιήσατο· τὰ παραδόξως τε καὶ ὑπὲρ λόγον ἀποτελούμενα· τοῦτο μὲν νεκροὺς ἀναστὰς, τοῦτο δὲ ἀκαθάρτοις πνεύμασιν ἐπιτιμῶν· καὶ τυφλοῖς δὲ τὸ βλέπειν ἐν ἐξουσίᾳ δωρούμενος. Ἔγκλημα δὲ τῆς Ἰουδαίων σκαιότητος καὶ δυσσεβείας, ὁ προφητικὸς ἔσται λόγος. Τὰ μὲν γὰρ σημεῖα καὶ τὰ τέρατα παρὰ Κυρίου Σαβαὼθ τοῦ κατοικοῦντος ἐν τῷ ὄρει Σιὼν γεγενῆσθαί φησιν. Οἱ δὲ τῶν ἐκτόπων ἢ πραγμάτων ἢ λόγων ἀνεπιτήδευτον ἐῶντες οὐδὲν, δυσφημεῖν ἀπετόλμων λέγοντες· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων.» Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ; Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; Νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Κατηχητικὸν ἐξυφαίνει λόγον αὐτὸς ὁ Ἐμμανουὴλ τοῖς ἐλπίδα θεμένοις εἰς αὐτὸν, οἳ κατελογίσθησαν μὲν ἐν τέκνοις· δέδονται δὲ αὐτῷ παρὰ Θεοῦ καὶ Πατρὸς, ὡς Σωτῆρι καὶ Λυτρωτῇ καὶ Ζωοποιῷ, καὶ καταφωτίζειν ἰσχύοντι, καὶ παντὸς ἀπαλλάττειν κακοῦ· ἀφίστησι δὲ αὐτοὺς ὁλοτρόπως τῶν ἀρχαίων ἠθῶν, καὶ φρενοβλαβείας τῆς πρώτης. Ἔθος μὲν γὰρ τοῖς τῶν εἰδώλων προσκυνηταῖς, τοὺς ἐκ τῶν δαιμο-