Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.241.1
Not analysed yet
νίων χρησμοὺς ἀγαπᾷν, καὶ κενολόγοις τισὶ νεκρομάντεσι προσκεῖσθαι φιλεῖν, οἳ λέγουσι μὲν ἀληθὲς οὐδέν· ἀνερεύγονται δὲ ὥσπερ τὸ εἰς νοῦν ἧκον ἁπλῶς. Ἀλλ' ὑμεῖς, φησὶ, κἂν εἰ προσίοιτό τις, λέγων· Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοῦτ' ἔστι, τοὺς προσποιουμένους ἀναφέρειν τοὺς νεκρούς· καὶ ὥσπερ ἐξ ᾅδου ποιεῖσθαι τὰς μαντείας· ἤγουν τοὺς ἐγγαστριμύθους· οἳ προσποιοῦνται μὲν θεούς τινας ἔχειν εἰς τὴν κοιλίαν, οὕτω τε τοῖς προσιοῦσι τὰ παρ' ἐκείνων λαλεῖν, μὴ προσίεσθε τὴν συμβουλήν. Φωνοῦσι γὰρ ἀπὸ μόνης τῆς ἑαυτῶν κοιλίας, καὶ οὐκ εἰσὶν ἔθνος συνετὸν, ὥστε καὶ ἀναζητῆσαι Θεὸν, καὶ παρ' αὐτοῦ τι μαθεῖν. Λέγετε δὲ τοῖς ἐκεῖνα συμβουλεύουσι· Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; ὁρᾷς ὅπως ἀπεργάζεται νουνεχεστάτους; Οὐ γὰρ μόνον ἀποφοιτᾷν ἐπιτάττει τῆς ἐκείνων σκαιότητος καὶ φρενοβλαβείας, ἀλλὰ γὰρ καὶ συμβούλους ἀγαθοὺς, τοῖς πεπλανημένοις γενέσθαι προστάττει. Λέγετε γὰρ, φησί· Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; κοινὸς γὰρ καὶ ἀνθρώπινος ὁ λογισμός. Ποῖον γὰρ ἂν ἔχοι λόγον τὸ διερωτᾷν ἐθέλειν περὶ τῶν ἔτι ζώντων τοὺς ἐν τῇ γῇ κειμένους, ἢ ἐν ᾅδου τυχὸν γενομένας ψυχάς; Καὶ καθ' ἕτερον δὲ τρόπον, ἀμαθὲς παντελῶς νεκυομαντείαις προσέχειν, καὶ ταῖς τῶν γοητῶν ψευδοεπίαις οἳ νεκρὸν ἔχουσι τὸν νοῦν, καὶ οἷον ἀπεψυγμένην καρδίαν. Οὐ γὰρ ἴσασι τὸν τῶν ὅλων δημιουργὸν, οὐκ ἔχουσιν ἐν αὐτοῖς τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον. Εἰσὶ δὲ πρὸς τοῦτο, καὶ νεκρῶν ἔργων ἐπιμεληταί. Πῶς οὖν οἱ ζῶντες, τοῦτ' ἔστιν, οἱ τὴν ἄνωθεν ἔχοντες ἐν ἑαυτοῖς ζωοποίησιν, καὶ τὸν ζῶντα τοῦ Θεοῦ Λόγον ἐκπεπλουτηκότες περὶ αὐτῶν ἐρωτῶσι τοὺς νεκρούς; Ταῦτα τοίνυν λέγετε, φησὶ, προστιθέντες ὅτι νόμον εἰς βοήθειαν ἔδωκεν, τοῦτ' ἔστι, τὸν εὐαγγελικὸν, ἵν' οἱ προσέχοντες αὐτῷ λέγωσιν· Οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Πωλοῦσι μὲν γὰρ τὸ ψεῦδος, οἱ τὰ ἐκ μόνης τῆς ἑαυτῶν καρδίας λαλοῦντες· ὁ δέ γε σωτήριος καὶ ἀληθὴς τοῦ Θεοῦ νόμος, τοῦτ' ἔστι, τὸ θέσπισμα τὸ εὐαγγελικὸν, ὃ δέδοται πρὸς ἐπικουρίαν τῶν ἐπὶ τῆς γῆς, οὐκ ἔστιν ὡς τὸ ῥῆμα τοῦτο, δηλονότι τῶν ψευδομάντεων. Ἀλλ' οὐδ' ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Ὡς γὰρ ἔφην ἀρτίως ὠνοῦνταί τινες ἀργυρίοις τὰς τῶν γοητῶν ψευδοεπείας. Πρόκειται δὲ τοῖς ἐθέλουσι τὸ οὐράνιον θέσπισμα, δι' οὗ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν πεποδηγήμεθα. Καὶ μὴν ὅσα χρῆν τῶν μελλόντων γενέσθαι μεμαθήκαμεν. Τίνι γὰρ ἀσυμφανὲς ὅτι πράττουσιν ἡμῖν τὰ ἀγαθὰ, καὶ τὸ γνήσιον τῆς ἀγάπης τηροῦσι Χριστῷ, πᾶν ὁτιοῦν ἔσται κατ' εὐχήν; Μακαρίους γὰρ ἀποφαίνει καὶ ἐν τῷδε τῷ κόσμῳ, καὶ εἰς αἰῶνα τὸν μέλλοντα. Πρόκειται τοίνυν, ἀργυρίου τε δίχα, καὶ δώρου παντὸς τὸ εἰδέναι τοῖς ἐθέλουσι τὸν δοθέντα παρὰ Χριστοῦ νόμον εἰς ἐπικουρίαν. Καὶ τοῦτο ἦν ἄρα, τὸ διὰ φωνῆς Ἡσαΐου σοφῶς εἰρημένον· «Οἱ διψῶντες πορεύεσθε ἐφ' ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε ἄνευ ἀργυρίου καὶ τιμῆς.» Καὶ ἥξει ἐφ' ὑμᾶς σκληρὰ λιμὸς, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε, καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια. Καὶ ἀναβλέψονται