Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.249.1
Not analysed yet
Θεὸν οὐκ εἰδέναι τὸν φύσει καὶ ἀληθῶς, μίμημά πώς ἐστι καὶ σκιὰ θανάτου. Ἀλλὰ τοῖς ἐκεῖνα νενοσηκόσι φῶς ἐπέλαμψε, μετὰ τὸ παρὰ Χριστοῦ δηλονότι, καὶ τὸ θέσπισμα τὸ εὐαγγελικόν. Ἐκεῖθεν γέγονε τὸ πλεῖστον τοῦ λαοῦ, ὃν κατήγαγες ἐν τῇ εὐφροσύνῃ σου. Πλείους γὰρ λίαν οἱ ἐξ ἐθνῶν κεκλημένοι παρὰ τοὺς πιστεύσαντας ἐξ Ἰσραήλ. Οὐκοῦν φῶς εἶδε, φησὶ, μέγα, τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου. Τὸ δὲ Κατήγαγες, ἀντὶ τοῦ, Ἀνεκαλέσω, τέθεικεν, καὶ Ἐλυτρώσω, καθάπερ αἰχμαλώτους ἐκ πλεονεξίας διαβολικῆς γεγενημένους. «Οὗτοι εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ· καὶ ὃν τρόπον οἱ διαιρούμενοι τὰ σκύλα.» Νοήσομεν δὲ διχῆ τῶν προκειμένων τὴν δήλωσιν. Εἰ μὲν γὰρ εἶεν οἱ θεσπέσιοι μαθηταὶ οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ διαιρούμενοι σκύλα, φαμὲν ὅτι τοὺς ἐξ ἐθνῶν συλλέγοντες καθάπερ τινὰ σῖτον εἰς ἀποθήκην δεσποτικὴν, καὶ τῆς ἀρχαίας ἀποκείροντες πλάνης, εὐφραίνονται κατὰ τὸν ἶσον τρόπον τοῖς ἀμῶσιν ἐν ἀγροῖς, ἁρπάζοντες δὲ καθάπερ ἐκ τυραννικῆς πλεονεξίας τοὺς ἠπατημένους ὑπὸ τοῦ Σατανᾶ, καὶ μεθιστάντες διὰ τῆς πίστεως εἰς εὐσέβειαν, χαίρουσιν ὡς οἱ διαιρούμενοι τὰ σκύλα. Οἱ μὲν γὰρ τούτους, οἱ δὲ ἐκείνους ἔπειθον· καὶ ἑκάστῳ κέρδος οἱ σεσωσμένοι, καθάπερ τοῖς νενικηκόσι τὰ ἐκ τοῦ πολέμου σκύλα. Εἰ δὲ δὴ περὶ τῶν πεπιστευκότων εἰρῆσθαι λέγοι ταυτὶ, ἐννοήσωμεν, ὅτι κατὰ τὸν τοῦ πλανᾶσθαι καιρὸν, καρπὸν οὐδένα δικαιοσύνης ἔχοντες, πεπλουτήκασι τοῦτον πεπιστευκότες εἰς Χριστόν. Ἀλλὰ καὶ πάλαι πορθούμενοι καὶ διαρπαζόμενοι παρά τε τῶν δαιμονίων καὶ τοῦ Σατανᾶ, νενικήκασι διὰ Χριστοῦ, τοὺς πάλαι σκυλεύοντας, καὶ κρείττους γεγόνασι τῆς ἐκείνων σκαιότητος. Οὐκοῦν εὐφραίνονται καὶ αὐτοὶ, καθά φησιν ὁ προφήτης, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκύλα. Διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ' αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. Τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασε Κύριος ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. Ἐλευθέρους ὄντας τοὺς ἐπὶ τῆς γῆς, καὶ κατ' εἰκόνα τὴν θείαν εὖ μάλα πεποιημένους, ἐκτισμένους τε, καθά φησιν ὁ μακάριος Παῦλος, ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν, πεπλεονέκτηκεν οὐ μετρίως ὁ τῆς ἀνομίας εὑρετὴς, καὶ τῆς εἰς Θεὸν ἀποστήσας ἀγάπης, ἰδίους ἐποιήσατο προσκυνητὰς, δυσδιάφυκτον αὐτοῖς ἐπαρτήσας τὸν τῆς ἁμαρτίας ζυγόν. Πεπραχότας τοίνυν ἀθλίως, καὶ ἐν τούτοις ὄντας τοῖς κακοῖς, μάλιστα τοὺς ἐξ ἐθνῶν ἐῤῥύσατο Χριστὸς, καὶ πάλιν ἀπέφηνεν ἐλευθέρους. Ταύτῃ τοί φησιν· «Ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ' αὐτῶν κείμενος, καὶ ἡ ῥᾴβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν.» Ῥάβδον δὲ οἶμαι, φησὶν, ἢ τὸ σκῆπτρον, τοῦτ' ἔστι, τὴν βασιλείαν, δῆλον δὲ ὅτι τὴν τοῦ Σατανᾶ, ἢ τάχα που τὴν ἀνάγκην, καὶ τὴν οἱονεὶ πληγήν τε καὶ μάστιγα. Συνέχει γὰρ ἡμᾶς εἰς τὸ οἰκεῖον θέλημα τὸ μιαρὸν καὶ βέβηλον τῶν δαιμονίων τὸ στίφος, καὶ ὁ τούτων ἡγούμενος ὁ Σατανᾶς, μονονουχὶ ῥάβδῳ καταπαίων ταῖς τῶν παθῶν δυναστείαις, ἃ ἐπιφέρει τῷ νῷ, καὶ καταβιάζεται τὴν καρδίαν εἰς τὸ δρᾷν ἐθέλειν ἃ μὴ θέμις. Ἀποσείσονται τοίνυν, φησὶ, τὸν ἐκ πλεονεξίας ζυγὸν, καὶ μὴν καὶ τὴν ῥᾴβδον, ἣν ἐσχήκασιν ἀεὶ κατὰ τοῦ τραχήλου, καθάπερ οἰκέται ταῖς τοῦ δεσπότου πληγαῖς