Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.248.1
Not analysed yet
τες τέχνην οἱ θεσπέσιοι μαθηταί. Ποιεῖται τοίνυν τοὺς λόγους ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς τοῦ προφήτου πρὸς τὸ παρὸν, ὡς πρός τε τὰς χώρας ἤτοι τὰς πόλεις τῆς φυλῆς Ζαβουλὼν καὶ Νεφθαλεὶμ, αἳ παρέκειντο τῇ Τιβεριάδι λίμνῃ· καὶ μονονουχὶ ποτήριον αὐταῖς τοῦ σωτηρίου διδοὺς, καὶ οἶνον προσάγων τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, τὸ κήρυγμα δηλονότι τὸ περὶ Χριστοῦ. Τοῦτο πρῶτον πίε, φησὶ, ταχὺ ποίει, τοῦτ' ἔστιν, ὦ χώρα Ζαβουλὼν καὶ Νεφθαλεὶμ, δέχεσθε τὸ κήρυγμα τὸ σωτήριον. Ἀλλὰ ποιεῖτε ταχὺ, τοῦτ' ἔστι, μελλησμοῦ δίχα παντός. Ὀξεῖς δὲ, ὡς ἔφην, οἱ μαθηταὶ, καὶ λίαν ἑτοίμως ἰόντες ἐπὶ τὸ πιστεῦσαι Χριστῷ. Ἠκολούθησαν γὰρ εὐθὺς ἀφέντες τὰ δίκτυα καὶ τὸν πατέρα, καὶ μυσταγωγίας αὐτοῖς ἐδέησεν οὐ μακρᾶς. Ἤκουον γάρ· «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων, καὶ ἠκολούθησαν αὐτῷ.» Κατὰ τὸν ἶσον τρόπον καὶ ἑτέρους τῶν ἁγίων ἀποστόλων κεκλημένους εὑρήσομεν, καὶ πεποιηκότας τῆς ἐπὶ Χριστῷ μυσταγωγίας τὸν λόγον. Γράφει γὰρ Ἰωάννης ὡδὶ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς·» Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδὰ ἐκ τῆς χώρας Ἀνδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ, καὶ οἱ προφῆται, εὑρήκαμεν Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ.» Ἐπειδὴ δὲ ἀφίκετο πρὸς τὸν Ἰησοῦν, εἶτα λέγοντος ἤκουσε· «Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε,» πεπίστευκε παραχρῆμα, καὶ δὴ καὶ ἀνέκραγε λέγων· «Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.» Βηθσαϊδὰ δὲ πάλιν ἐξ ἧς ὁ Φίλιππος ἦν καὶ μέν τοι Ναθαναὴλ, παρέκειτο τῇ θαλάσσῃ τῇ Τιβεριάδι. Διαμέμνηται δὲ καὶ ὁ μακάριος Δαβὶδ τῆς τῶν μαθητῶν ἀναῤῥήσεως, καί φησιν· «Ἐκεῖ Βενιαμεὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν· ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλείμ.» Ὅτι δὲ ἔμελλον οὐ μόνοι κληθήσεσθαι κατὰ καιροὺς οἱ θεσπέσιοι μαθηταὶ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι, καταμηνύει λέγων· Καὶ οἱ λοιποὶ οἱ τὴν παράλιον καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει φῶς ἴδε μέγα. Οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ὑμᾶς. Ἐβάδιζον γὰρ ὥσπερ οἱ ἐξ ἐθνῶν, καὶ διέτριβον ἐν τῷδε τῷ κόσμῳ· καθάπερ οἱ ἐν νυκτὶ καὶ ἐν σκότῳ, διά τοι τὸ φῶς οὐκ ἔχειν εἰς νοῦν τῆς ἀληθοῦς θεογνωσίας, πίπτειν δὲ ὥσπερ κατὰ βόθρου παντός· καὶ οἷά τις λίθῳ παντὶ προσπταίειν κακῷ. Κατοικεῖν δὲ αὐτοὺς ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φησὶν, διὰ τὸ εἶναι παρ' αὐτοῖς, ἤγουν ἐν ταῖς αὐτῶν χώραις, ἕτερον οὐδὲν, πλὴν ὅτι μόνην ἀχλὺν καὶ σκότον, τὸν νοητὸν δηλονότι, εἶναι δὲ ὥσπερ ἐν ὁμοιώσει τῶν τεθνεώτων, καίτοι ζῶντας ἔτι. Ἡ μὲν γὰρ τῶν σωμάτων σκιὰ μιμεῖται πάντως αὐτῶν τὰ σχήματα, παραλλάττει δὲ ὅλως κατ' οὐδένα τρόπον, ὅσον ἧκεν εἰς ἐμφέρειαν τὴν ὡς ἐν σχήματι λέγω· τὸν δέ γε