Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.253
Not analysed yet
ἄχθος, καὶ δύσοιστον ἀληθῶς φορτίον. Καὶ γοῦν οἱ μακάριοι μαθηταὶ, τοῖς μετὰ τὴν πίστιν ἀναπείθουσί τινας τὰ ἐν νόμῳ τηρεῖν ἐπετίμων λέγοντες· «Καὶ νῦν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ἡμεῖς, οὔτε οἱ πατέρες ἡμῶν ἰσχύσαμεν βαστάσαι;» Δυσφόρητος οὖν ἄγαν τοῖς ἐξ Ἰσραὴλ ὁ τοῦ νόμου ζυγός· καὶ πρός γε τοῦτο τὸ ἔτι φορτικώτερον, ἡ τῶν Φαρισαίων σκαιότης συνέτριβεν οὐ μετρίως συνθραύουσα ταῖς ἀπληστίαις. Ἐρασιχρήματοι γὰρ οἱ τῆς Ἰουδαίων συναγωγῆς ἡγούμενοι, καὶ σκοπὸν ἔχοντες ἕνα τὸ πανταχόθεν συλλέγειν, καὶ καταβιάζεσθαι τοὺς ὑπὸ χεῖρα λαούς. Οὐκοῦν πρέποι ἂν καὶ μάλα ὀρθῶς καὶ περί γε τῶν ἐξ Ἰσραήλ· «Ὅτι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ' αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν.» Ῥάβδον δὲ κατὰ τὸ εἰκὸς, τὴν ἐκ τῶν ἡγουμένων ὀνομάζει πλεονεξίαν, διάτοι τὸ ἀπονεῦσαι δεινῶς εἰς φιλοκερδίας. Ταύτης ἕνεκα τῆς αἰτίας, οἱ δείλαιοι, καὶ αὐτὸν ἀπεκτόνασι τὸν Υἱόν. Καίτοι γὰρ ἰδόντες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος εἶπαν ἐν ἑαυτοῖς, φησίν· «Δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.» Ὅτι τοίνυν δυσσεβῆ καὶ ἀνόσιον ἔχοντες τὸν ἐπὶ τῷδε σκοπὸν, ἥδιστα ἂν τῶν ὄντων αὐτοῖς ἁπάντων ὑπέμειναν τὴν ζημίαν. Ἢ ἴδον ἐπιλάμψαντα τῷ κόσμῳ τὸν Ἐμμανουὴλ, ὑπεμφαίνει λέγων· «Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς, ἀποτίσουσι, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι. Ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν.» Ἐκ δόλου μὲν γὰρ καὶ ἀπάτης, καὶ ἀπὸ τοῦ κρίνειν οὐκ ὀρθῶς, τὴν τῶν χρημάτων ἄθροισιν ἐποιήσαντο, φησίν· ἀλλ' ἡδὺ καὶ φίλον αὐτοῖς, καὶ μέχρι αὐτῆς τῆς περιστολῆς καὶ τῶν ἱματίων μετὰ καταλλαγῆς, τοῦτ' ἔστι, μετὰ προσθήκης. ἀποπέμψασθαι καὶ ἀποβαλεῖν, μᾶλλον δέ φησιν ἠθέλησαν καταφλεχθῆναι καὶ πυρὶ, δυσφοροῦντες ἄγαν, ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱός. Πεπιστευμένοι γὰρ τὸν δεσποτικὸν ἀμπελῶνα, τοὺς καρποὺς ἠθέλησαν ἔχειν αὐτοὶ καὶ μόνοι, προσκομίζοντες τῷ δεσπότῃ τὸ σύμπαν οὐδέν. Παιδίον δὲ λέγων γεγεννῆσθαι, διελέγχει σαφῶς τῆς τῶν Μανιχαίων δόξης τὸ ἀδρανὲς, οἳ παραιτοῦνται λέγειν, ὅτι γέγονε σὰρξ ὁ Λόγος· τοῦτ' ἔστι, τὴν ἡμῶν πεφόρηκε σάρκα δι' ἡμᾶς οἰκονομικῶς. Ἀλλ' εἰ βούλονται φρονεῖν ὀρθῶς, καὶ τῆς ἑαυτῶν δυσβουλίας καταψηφίζεσθαι, μὴ ἀτιμαζέτωσαν τὰς τοῦ προφήτου φωνὰς, παιδίον ἡμῖν γεγεννῆσθαι λέγοντος. Ὅπου γὰρ τόκος ἐκ γυναικὸς ἀληθῶς, ποῖον ἂν ἕχει τόπον τὸ δοκήσει καὶ σκιᾷ, καὶ ὡς ἐν μόναις εἰπεῖν φαντασίαις γεγενῆσθαι τὴν ἐπιδημίαν; πλὴν ἡμῖν δεδόσθαι φησὶ τὸν υἱόν. Γέγονε γὰρ ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος οὐ δι' ἑαυτὸν, ἀνακαινιῶν δὲ μᾶλλον τὰ καθ' ἡμᾶς εἰς τὸ ἀπ' ἀρχῆς, καὶ τῆς ἁπάντων ζωῆς ἀντίλυτρον, τὸ ἴδιον σῶμα προσκομιῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Γεγενῆσθαι δέ φησι τὴν ἀρχὴν αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ δοκεῖ μέν τισι τοιοῦτόν τι νοεῖν. Ἐπειδὴ γὰρ, φησὶν, ἑαυτῷ τὸν σταυρὸν εἰς ὤμους ἔχων ὁ. Κύριος ἡμῶν Ἰησοῦς ὁ