Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.256.1
Not analysed yet
Χριστὸς, πρὸς τὸ σωτήριον εἴη πάθος, ὑψώθη δὲ καὶ κεκράτηκε τῆς ὑπ' οὐρανὸν δι' αὐτοῦ, ταύτῃ τοι καὶ γενέσθαι λέγεται ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ἔχει δὲ τὸ πιθανὸν ὁ λόγος, καὶ οὐκ ἀτιμαστέον τὴν ἔννοιαν ὀρθῶς ἔχουσαν, κἂν εἰ ἕλοιτό τις ἐπαινεῖν αὐτήν. Ἔοικε δὲ τὸν ὦμον ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος τὴν ἰσχὺν βούλεσθαι δηλοῦν. Πᾶσα γὰρ ἡμῶν ἰσχὺς ἐν βραχίοσί τε καὶ ὤμοις. Καὶ γοῦν εἴρηται δεξιὰ καὶ βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός. «Κύριε» γὰρ, φησὶ, «τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Ἦρξε τοίνυν τῆς ὑπ' οὐρανὸν διὰ τῆς ἑαυτοῦ δυνάμεως ὁ Χριστός· ἰσχὺς γάρ ἐστι τοῦ Θεοῦ καὶ Πατρός. Κέκληται δὲ καὶ μεγάλης βουλῆς Ἄγγελος, δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός. Καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ· «Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ.» Καὶ αὐτὸς δέ πού φησι τοῖς ἁγίοις ἀποστόλοις· «Ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιήσητε, ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν. Οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ Κύριος. Ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν.» Μεγάλης οὖν ἄρα βουλῆς ἄγγελον ταύτης τε ἕνεκα τῆς αἰτίας ὀνομάζει τὸν Ἐμμανουήλ. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, αὐτός τε ἀνετίθει τῷ Θεῷ καὶ Πατρὶ τὴν ἐφ' ἅπασι τοῖς παρ' αὐτοῦ δρωμένοις ἐνέργειάν τε καὶ δύναμιν, καὶ αὐτὸς δὲ διὰ τούτων ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, αὐτὸ δὴ τοῦτο παραδηλοῖ λέγων· Ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῶν. Τὴν μὲν οὖσαν εἰρήνην τοῖς ἁγίοις ἀποστόλοις, ὡς ἰδίαν ἐδίδου Χριστός. Ἔστι γὰρ αὐτοῦ πάντα τὰ τοῦ Πατρὸς, καὶ δὴ καὶ ἔφασκεν· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Εἰ δὲ δὴ λέγοιτο καὶ αὐτὸς ὁ Ἐμμανουὴλ εἰρήνην καὶ ὑγίειαν λαβεῖν, νόει μὲν πάλιν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχνές. Ἐδέχετο γὰρ εἰρήνην τὴν ἀπὸ τοῦ κόσμου δηλονότι, προσάγοντος αὐτῷ σύμπαντας τοῦ Πατρὸς, καὶ εἰρηνεύειν πρὸς αὐτὸν ἀναπείθοντος, διά γε τοῦ προσκυνεῖν αὐτῷ, καὶ τὸν τῆς βασιλείας αὐτοῦ δέχεσθαι ζυγόν. «Οὐδεὶς γὰρ δύναται,» φησὶν, «ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Προσανακεκράγει δέ που καὶ ὁ σοφὸς Ἡσαΐας· «Ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι.» Δέχεται μὲν οὖν τὴν εἰρήνην παρὰ τοῦ Πατρὸς, κατὰ τόνδε τὸν τρόπον, ὡς ἔφην. Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Υἱόν· «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας.» Δέχεται δὲ καὶ ὑγίειαν, τοῦτ' ἔστι, τὴν ἐκ νεκρῶν ἀναβίωσιν. Ἐπειδὴ γὰρ ἀσθενῆσαι λέγεται βραχὺ, διά τοι τὸ ἐφεῖναι τῇ ἰδίᾳ σαρκὶ χάριτι Θεοῦ ὑπὲρ πάντων γεύσασθαι θανάτου, δέχεται τὴν ὑγίειαν, τοῦτ' ἔστι, τὴν ἀναβίωσιν, καὶ τοῦτο πάλιν ἐνεργήσας αὐτός. Ἤγειρε γὰρ τὸν ἑαυτοῦ ναὸν, αὐτὸς ὑπάρχων ἡ δύναμις τοῦ Πατρός. Εἰ γὰρ αὐτός