Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.265
Not analysed yet
Δαμασκηνοί. Ἐπειδὴ δέ φησι περὶ τῶν Ἑλλήνων, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι, ἰστέον ὅτι ὠμῶς τε καὶ ἀπανθρώπως προσενήνεκται τοῖς Ἰουδαίοις ὁ Ἀντίοχος, καὶ ἀναριθμήτους ἀπέκτονεν οἰκτρῶς τε καὶ ἐλεεινῶς, ὅτε καὶ ἤθλησαν οἱ Μακαβαῖοι, καὶ τὰ σεμνὰ τῶν ἀνδρῶν ἐκείνων πέπρακται νικητήρια. Ταῦτα δὲ Ἰώσηπος ἱστορεῖ ἐν τῇ περὶ αὐτῶν βίβλῳ. Κατεσθίουσί γε μὴν Ἑλλήνων παῖδες καὶ ἑτέρως τὸν Ἰσραὴλ, καὶ ὅπως εἰπεῖν ἀναγκαῖον. Οἱ μὲν γὰρ παρ' αὐτοῖς ποιηταὶ καὶ λογάδες, εἰς ἄκρον ἥκοντες εὐγλωττίας, καὶ τό γε ἧκον εἰς λόγους, δεινοί τε ὄντες καὶ σοφοὶ, συναρπάζουσιν ἔσθ' ὅτε τὸν νοητὸν Ἰσραὴλ, τοῦτ' ἔστι, καὶ νοῦν ὁρῶντα Θεὸν, καὶ ἀπατῶσι τοὺς ἤδη πιστεύσαντας εἰς Χριστὸν, ὥστε καὶ ἑλέσθαι σὺν αὐτοῖς τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνεῖν. Οὗτοι κατεσθίουσιν ὅλῳ τῷ στόματι τὸν Ἰσραὴλ, οἷς οὐ προσεκτέον. Λόγου μὲν γὰρ λαμπρότης ἔργοις ἀγαθοῖς εἰ ὁρῷτο σύνδρομος, ἔσται καὶ δεκτὴ, καὶ ἁνδάνουσα τῷ Θεῷ. Ψιλὴ δὲ καὶ μόνη τί ἂν ἕτερον εἴη λοιπὸν, ἢ καθά φησιν ὁ σοφώτατος Παῦλος, «χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον;» Ἐπὶ τούτοις ἅπασιν οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἕως οὖ ἐπλήγη, καὶ τὸν Κύριον οὐκ ἐζήτησαν. Σέσωκε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς καὶ πλημμελοῦντα τὸν Ἰσραὴλ, καὶ δεδώρηται τὴν ἐπικουρίαν, ὥστε καὶ μείζους γενέσθαι τῶν ἐκ Συρίας τῆς γείτονος, καὶ τῶν ἀφ' ἡλίου δυσμῶν, οἳ κατήσθιον αὐτὸν ὅλῳ τῷ στόματι. Πλὴν ὁ ἐπ' αὐτοῖς θυμὸς Κυρίου, φησὶν, οὐκ ἀπεστράφη, τοῦτ' ἔστιν, οὐ κατέληξεν, ὑψηλὴ δὲ μᾶλλον ἀπομεμένηκεν ἡ τοῦ παίοντος χεὶρ, ἑτοίμως ἔχουσα δηλονότι πληγὰς αὐτοῖς καὶ ἑτέρας ἐπενεγκεῖν. Διὰ ποίαν αἰτίαν; Οὐ γὰρ ἀπεστράφη, φησὶν ὁ λαὸς, οὐδὲ τῶν ἰδίων ἀπέσχετο πλημμελῶν. Οὐκ ἐξεζήτησε τὸν Κύριον, διά γε τὸ βούλεσθαι τὰ αὐτῷ δοκοῦντα καὶ φίλα φρονεῖν τε καὶ δρᾷν. Μεμενήκασι δὲ τοιαύτην ἔχοντες τὴν γνώμην, ἄχρις ἂν αὐτοῖς ἡ ὑψηλή τε καὶ παναλκὴς ἐπενήνεκται χείρ. Ποία δὲ πάλιν ἡ μετέκεινα πληγὴ, πῶς οὐκ ἄξιον ἰδεῖν; Τελευταῖος μὲν γὰρ, ὡς ἔφην, ὁ Ναβουχοδονόσορ εἷλε τὴν Ἰουδαίαν πᾶσαν. Μετῴκησε δὲ καὶ τὸν Ἰσραὴλ εἰς τὰ ὄρη Περσῶν καὶ Μήδων. Ἐπειδὴ δὲ, ὡς ἔφην, ἤδη πεπερασμένων τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἀνεκομίσθησαν εἰς τὴν Ἰουδαίαν, καὶ κατῳκήκασι τὴν Ἱερουσαλὴμ, οὐκέτι διῃρημένων εἰς δύο τῶν φυλῶν, ἀλλ' εἰς ἕνα λοιπὸν οἱ πάντες βασιλέα γεγενημένοι. Τοῦτο γὰρ ἦν τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον· «Καὶ ἀναβήσονται ἐκ τῆς γῆς, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν.» Μετὰ τοίνυν τὸ ἐκ τῆς αἰχμαλωσίας ὑπονοστῆσαι σύμπαντας εἰς τὴν Ἰουδαίαν, πεπολεμήκασιν αὐτοῖς οἱ ἀπὸ Συρίας, καὶ οἱ ἀφ' ἡλίου ἀνατολῶν, πλὴν ἥττηνται καὶ αὐτοὶ προασπίζοντος Θεοῦ τῶν λελυτρωμένων. Εἶτα διατετελέκασι τὸν μεταξὺ καιρὸν μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας οὐ ζῶντες αἰσίως, οὔτε μὴν εἰς ἅπαν